1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

15

σκεδαννύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στε νώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, καὶ πολύ χουν ἀπογεννᾷ τὸν καρπόν. Σὺ δὲ λέγεις μὲν ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυ τὸν, τὸ δὲ παρὰ τοῦ Κυρίου λεχθὲν ἐλέγχει σε τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων τοσαύτη περιουσία; Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν, οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον. Ἐπεὶ δὲ κέκτησαι σὺ, φαίνῃ δηλῶν τὴν οἰκείαν ἀπόλαυσιν προτιμοτέραν τῆς τῶν πολ λῶν παραμυθίας ποιούμενος· ὅσον γὰρ πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Εἰ γὰρ ἠγαπήκεις σου τὸν πλησίον, πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν· νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς, ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. Εἰ γὰρ ἠμφίεσας γυμνὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἀνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ· ὑπὲρ ποίων ἂν ἐλυπήθης χρη μάτων, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐν δεέσιν; Ὢ πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Συμμεριστὰς ποίησαι τῶν σιτίων τοὺς ἀδελφούς. Τὸ αὔριον σηπόμενον σήμε ρον παράσχου τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλε πώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσιν. Εἰ ὁ τὸν ἐνδεδυμένον ἀπογυμνῶν, λωποδύτης ὀνομασθήσεται· ὁ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσ ηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυ λάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἐδύνασο. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πά θη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν! Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται ἀκούοντι τῆς καταδίκης, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοι 32.1160 μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ! Οὔτε γὰρ ἡ ἐλεημοσύνη ἄκριτος παρὰ Θεῷ, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ μὲν γὰρ τῆς κρίσεως ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συνέζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως, ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργά σηται. Εἰ οὐκ ἐφόνευσας, οὔτε ἐμοίχευσας, οὔτε ἔκλε ψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ· ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσ ελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν, ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι, διορθώσασθαι, οὐκ ἂν ἠθύ μεις ἀκούων· ἐπεὶ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε διὰ τῆς ἐλεημοσύνης ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις ὀδυνώμενος τὴν ψυχὴν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπε πόνηται. Οὐ φιλοπονήσεις περὶ σεαυτοῦ; οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποθήσεις τὰς τοῦ μέλλοντος ἀνα παύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέ ψας; ὃς ἐν θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυ ρίζει, καὶ οὐχ ὅτι μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίας παραπέμπει τὸν χρόνον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμιείοις· καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐπιπλεῖστον διαρκεῖν μηχα νώμενος. ∆ιακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντες ἄχρη στοι πρὸς τροφὴν αὐτῷ