1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

43

αὐτῷ τῶν γινομένων ὑπολαμ βάνοντες· οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πρά ξεις οἱ ἄνθρωποι. Ἀρχὴ δὲ καθάρσεως τῇ ψυχῇ ἡσυ χία, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιη μένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνδρῶν, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέ φυκε. Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαφορού μενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λή θην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηίνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Μὴ οὖν καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναι σθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελέτημα ἔστωσαν τῆς εὐ σεβείας. Πεφύκασι γάρ πως αἱ καθ' ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Τί δὲ μακαριστότερον ἀνθρώπου, τοῦ εὐ θὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντος, καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίροντος τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς ἐπιλάμψαντος ἐπ' ἔργα τρεπομένου, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ 32.1241 τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα, αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Εὐχαὶ καὶ πρὸ τῆς τροφῆς ἀξίως γενέσθωσαν τῶν τοῦ Θεοῦ παρο χῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐτα μιεύσατο· εὐχαὶ καὶ μετὰ τὰς τροφὰς, εὐχαριστίαν τῶν διδομένων ἔχουσαι, καὶ αἴτησιν τῶν ἐπηγγελμέ νων. Εὐχὴ δὲ καλὴ, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· τοῦτο γάρ ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἔχειν ἐνιδρυμένον ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται· ἀλλὰ πάντα ἀποφεύγων, ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύ νων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρί βων. Καὶ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστὶ, τοῦτο τῷ τῆς εὐσεβείας ἀγωνιστῇ τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομέ νης, οὔτε ὀφθαλμῶν, οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας παραπεμπόντων ἐπὶ καρδίαν· ἀλλὰ καὶ μόνου καθ' ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορ θουμένου μὲν ἑαυτὸν ἐν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κα κοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστο ρία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι' ἀτονίαν ἐκλύεσθαι ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινό μενα. Εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, ἐνίσχυεν Ἀμαλήκ. Τουτ έστι, καταπιπτούσης ἡμῶν τῆς δραστικῆς δυνά μεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν· ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ὁ τοίνυν ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος, οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων ῥήματα, ἀπαγγέλλει, ἄπαγε! ἀλλ' Ἐν τῷ ναῷ αὐτοῦ, κατὰ τὸν ∆αβὶδ, πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἄγγελοι· πάρεστιν ὁ Κύ ριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται τῷ Θεῷ· τίς ἐκ δια θέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ οὐράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγ γεται, ἡ δὲ καρδία