1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

66

32.1308 τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν προεστῶτα, ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν αὐτοῦ ἀπέχεσθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκείνου γνώμης ποιεῖν. Ἡ γὰρ ἐγκράτεια, καὶ πᾶσα ἡ σωματικὴ κακοπά θεια, πρός τι χρησίμως ἔχει· ἀλλ' ἐάν τις ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρέσκον ἑαυτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πείθηται, μεῖ ζον τοῦ κατορθώματος ἔσται τὸ πλημμελούμενον. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Κυρίου διαταγῇ ἀνθέστηκε· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκράτειάν ἐστι κατορ θώματος. Ὁ τοίνυν ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θε ραπείαν, ἑκὼν δὲ ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Καὶ τὸν προ εστῶτα δὲ μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Οὐ γὰρ δήπου βασιλείᾳ μέν τις ὑπηρετῶν μέγα φρονήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπι κλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περι φανείας ὑπερβολήν; Ἀρκεῖ γὰρ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου ∆εσπότου δούλους ἡμᾶς ὀνο μάζεσθαι. Καὶ ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τὸν πάντων Κύριον. Ὁ γὰρ ἐπ' ἄν θρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμ πρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι μὴ ἐλπίζειν ἐπ' ἄρχοντας, καὶ, Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Μακάριος οὖν τῷ ὄντι, ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν, ὁ καύχημα ἑαυτοῦ ἔχων τὸν Θεόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ' αὐτοῦ τὰ μεγάλα, πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου βα σιλέως, προσκληθεὶς παρ' αὐτοῦ εἰς τὴν ἄκραν οἰ κείωσιν; Ὁ γὰρ ἀληθῶς ἄρχων, οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος, καὶ διαδήματος· ἀλλ' ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ δὲ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν, καὶ ἀγόμενος ἐπι θυμίαις πολλάκις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτή δειος πρὸς τὸ ἄρχειν καθέστηκε. Καὶ τὸ μὲν τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν, ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς· τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρη 32.1309 στὸν εἶναι καὶ πρᾶον, μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Κύριοι μὲν γὰρ τῶν ἠδικη κότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐ δεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. Τοὺς γάρ τῳ ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν, (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλ' ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξαιεν τοῦ σωφρονεῖν παράδειγμα. Πολλάκις γὰρ καὶ ἐν τοῖς σμικροτάτοις ἡ σοφία τοῦ Θεοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν ἁπλώ σας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσ σης κοιλάνας, ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι' αὐτοῦ ἐκχεῖσθαι. Τοῦτον σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆ σαι ἀδύνατον, τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται· καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Εἰ γὰρ καὶ κατὰ τὸ γεγραμμέ νον εἶδεν ὁ Ἰεζεκιὴλ, ἀλλὰ τί λέγει ἡ Γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐ μὴν δὲ αὐτὸν τὸν Κύ ριον· ἀλλ' οὐδὲ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν φόβον καὶ ἀγωνίαν πε ριεποίει τοῖς ἀνθρώποις,