1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

4

ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προ εμένους, ὕστερόν ποτ' ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Τῷ ὄντι γὰρ ἀμήχα νόν ἐστι χωρητικοὺς γενέσθαι ἡμᾶς τῆς θείας χάρι τος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρό τερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος ὑγροῦ δυσ ώδους, μὴ ἐκπλυθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. ∆εῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πᾶσι μὲν γὰρ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῖς μὲν καθ αρεύουσι τῶν παθῶν, τὴν ἰδίαν ἐμφέρει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκ ἔτι. Ἀδύνατον γὰρ, εἰς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου, κατορθοῦσθαι τὸ σπουδαζόμενον· κα θὼς ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται 32.1125 δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Οὔτε γὰρ ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶς καταλαβεῖν δυνατὸν, ἄλλοτε ἐπ' ἄλλην μεταβαίνοντα· οὔτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρί σαντα. ∆εῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ καὶ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοι κείων κατορθουμένου. Ἐπεὶ οὔτε χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυ κεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλ' ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥσπερ οὖν καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως, ἐν τῇ ἀναχωρήσει τῶν με ριμνῶν τοῦ κόσμου, καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν κατορθοῦται. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τόνγε ἀληθινῶς ἀκολουθεῖν μέλλοντα τῷ Θεῷ· τοῦτο δὲ οὐκ ἄλλως, ἢ διὰ παντελοῦς ἀναχωρήσεως, καὶ λήθης τῶν πα λαιῶν ἠθῶν κατορθοῦται. Ὡς εἰ μὴ ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μετα βαίνοντες, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ, οὔτε μέλαινα δι όλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖ ται. Ὥσπερ οὖν οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδα κότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπερ γάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κι νούμενα καὶ ἔμπρακτα τοὺς βίους τῶν ἁγίων ἀπο βλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Εἰ γὰρ βοῦς μὲν συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται, καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπι γινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς συνήθεις τῆς καταλύσεως τόπους ὁρμᾷ, καὶ τοσαύτη τοῖς ἀλόγοις πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια· πόσον ἡ λογικὴ φύσις τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθή σεται; Οὐδὲ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον ἀλλὰ παντὶ προσήκει τῷ βίῳ τὰς κατ' ἀρετὴν ἐνερ γείας συμπαρατείνεσθαι. Καὶ καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες, γυμνοῦνται παντὸς περιβλήματος· 32.1128 οὕτω χρὴ καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Γίνεσθε γὰρ, φησὶ, φρόνιμοι ὡς οἱ ὄφεις· ὃς ἐπειδὰν