1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

19

32.1169 καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελ φὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς. Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει, ὅσος δέ σοι ἀκο λουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ. Καὶ τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν αὐτὰ λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις ἐν θεάτρῳ θέαν καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπιόντας, ἴδιον ἑαυ τοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προ κείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρό ληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ ἐν δεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέφεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις· ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδω κότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λό γον ἡμῖν δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; ∆ιὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἦ πάντως ἵνα καὶ σὺ χρηστότη τος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ. Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη. Τοὺς γὰρ παῖδας προβάλ λεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει ∆εσπότην, ἴδιον οἰκονόμον· παρ' οὗ τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμενέτω τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια; Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τὴν εὐπαιδίαν, ὅτε ἠξίου γενέσθαι παίδων πατὴρ, ἆρα προσετίθεις τοῦτο, ∆ός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; πολλοῖς γὰρ ὁ πλοῦτος, ὑπηρέτης ἀκολασίας ἐγένετο. Ὅρα οὖν, μὴ μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροί σας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾷ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Οἱ μὲν γὰρ παῖδες παρὰ γονέων μηδὲν δεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; Τί τοίνυν τοσοῦτον ἐπτόη σαι περὶ τὸν χρυσόν; Τίς καλλωπιστὴς ἠδυνήθη μίαν ἡμέραν τῷ βίῳ προσθεῖναι; τινος ἐφείσατο θάνατος διὰ τὸν πλοῦ τον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως 32.1172 πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν ἀκονᾶται ξίφη, δι' ὃν συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, καὶ ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι; Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ὦ ἄνθρωποι, τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέστρεψε; Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρή ματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ' αὐτοῦ ὠφελείας ἅπασι προκειμένης. ∆ιὰ τοῦτο προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος, μὴ τῷ κεκτῆ σθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐ τὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τού τοις ἐπίσταται πειραθῆναι. Ὁ γὰρ πλοῦτος καὶ ἡ ὑγίεια, ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κα κῶς χρωμένοις τούτων ἑκάστῳ γίνεται. Πενία δὲ μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρο νοῦσι τιμιωτέρα. Ἀλλ' οὐδὲν τούτων ἕκαστος ὑμῶν ἐννοεῖ· ἀλλ' ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, ἵνα κἂν δανείῳ τὴν ἀπορίαν παραμυθήσηται, οὐκ ἐλεεῖ παρ'