1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

25

ἄνθρωπε. Τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζονες τὴν αὐτὴν χρείαν πληροῦσι τοῖς ἔχουσιν. Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς 32.1188 τὰς οἰκίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες μεταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις, ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας· καὶ σκόπει, μή σε προκαταλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν ἀλλὰ πονη ρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ' ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται, ὁ γυμνη τεύων πήγνυται, ὁ ἀπαιτούμενος ἀπάγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ. Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Εἶτα, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυ μεῖς· φθαρτὰ δὲ προέμενος, καὶ βασιλείαν οὐρα νῶν λαμβάνων, δακρύεις, καὶ ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλω μάτων ἐπινοῶν. Τί ἀποκριθήσῃ τῷ κριτῇ; ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου κατὰ φρονεῖς; Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γεγένηται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα ὁποῖα ἂν γένηται πτω χῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ὁ ἄθλιος ἄγει τὸν ὀφθαλμὸν, ὥστε ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὕρασθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρα τήθη, ὑπὸ τῆς ἀναγκαίας χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα τούτων ἀπεμπωλήσω; τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νέον; ἀλλ' ἐλεῶ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μα θήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; τίνι τούτων προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχω μαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπο 32.1189 μένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατα σκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ' ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν· σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ, ἐκ τῶν τοιού των συμφορῶν ὑποδεχομένη τιμήματα· ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος· καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δώῃς φιλονεικεῖς. πανταχόθεν βαρύ νων τὴν συμφορὰν τῷ ἀθλίῳ. Τὴν Σελευκίδα τὸ ὄρνεον, ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρε στον σεαυτοῦ τὴν ψυχὴν κατεσκεύασας. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκεί νοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ κατα