1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

79

{1ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΣ ΚΑΙ ΑΚΟΛΑΣΙΑΣ.}1

{1ΛΟΓΟΣ ΙΘʹ.}1 Ὁ τῶν Μακεδόνων Ἀλέξανδρος, τὰς θυγατέ ρας ∆αρείου αἰχμαλώτους

λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι λέγων, τὸν ἄνδρας ἑλόντα, γυναικῶν ἡττηθῆναι. Τουτὶ δὲ εἰς ταυτὸν ἐκείνῳ φέρει τὸ παράγγελμα, ὅτι Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ἤγουν ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παρα δέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος. Εἰ οὖν αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκο ποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, πόσον αἱ κατ' ἐπι τήδευσιν γινόμεναι ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας καὶ κατασχηματιζομένας πρὸς ἔκλυ σιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις; Τί τοίνυν ἐροῦσιν, ἢ τί ἀπολογή σονται, οἱ ἐκ τοιούτων θεαμάτων μυρίον ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρί ματι τῆς μοιχείας. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦ σαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι' ἀκοῆς μολυν θῆναι, καὶ τῇ καρδίᾳ μιάσματα δέξασθαι, καὶ τῇ 32.1348 περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ δὲ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατείᾳ φυ λάσσων, ἀληθῶς δείκνυσι τελείαν ἑαυτῷ διὰ πάντων ἐξηρτισμένην τῆς παρθενίας τὴν χάριν. Ἐὰν δὲ ἐπαγγελλόμενός τις τῷ τῆς παρθενίας ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ ἐκ τῆς παρθενίας σεμνὸν διώκων, τοῦ δὲ καθ' ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Οὐχ ὁ ἀνωμάλως οὖν ἔχων περὶ τὴν σωφροσύ νην, καθαρός· ἀλλ' ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ πνεύματι. Ὁ δὲ σωφροσύνης ἐρῶν, τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσων, παρ' αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδασκέσθω πράξεις, εὑ ρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς τὰς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακεί μενον. Προτροπὴ γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμ ψὼν διηγήματα. Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμα ράνθησαν ὑπὸ γήρως, ἢ νόσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις. Τούτῳ γὰρ ἡ μὲν κακία ἐνυπάρχει· ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθενείας παραποδίζεται. Ἀλλὰ σω φροσύνη ἐστὶν ἀληθὴς ἐπιστημονικὴ δύναμις, ἐντυ πωθεῖσα τῇ ψυχῇ διὰ βάθους, καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξαφανίζουσα. Οὐδὲ γὰρ ἐπὶ σωφροσύνῃ ἐπαινεῖσθαι προσήκει τοὺς ἀπο κοπτομένους τὰ μόρια. Οὐδὲ γὰρ τοὺς ἵππους ὡς μὴ κερατίζοντας ἐπαινοῦμεν, ἀλλὰ τούτους μὲν, εἰ μὴ λακτίζουσιν, ἐπαινέσομεν· τοῖς δὲ βουσὶν, εἰ μὴ κε ρατίζουσι, τῆς ἡμερότητος ἀποδεξόμεθα. Οὐ γὰρ ἐν ᾧ μὴ δύναταί τις, ἀλλ' ἐν ᾧ δυνάμενος οὐκ εἰς ἀδι κίαν κέχρηται τῇ δυνάμει, θαυμάζεται. Καὶ ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλὰ ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι' ἀδυναμίαν κακοῦ. Ἅπαν μὲν οὖν κολάζειν τὸ σῶμα καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμὰς, προσ ῆκε, καὶ τοὺς ἀπ' αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους κοιμίζειν· ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾷν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὸ δυσηνίων ἵππων ὕβρει φερόμενον, παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλε πώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον; ∆ιὸ δὴ καὶ Πλάτωνά φασι τὴν ἐκ σώματος βλάβην προ ειδόμενον, τὸ νοσῶδες χωρίον τῆς