1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

39

ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος. Ὅρα, μήποτε ἐνιαυτὸν ἐξ ἐνιαυ τοῦ, καὶ μῆνα ἐκ μηνὸς, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος τὴν μετάνοιαν, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντο θεν, καὶ θλίψις ἀπαραμύθητος· ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου δια καίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάζῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρή σεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς ὑπομνήσει σε περὶ μετανοίας τότε κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους κατα φρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν, ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Ὁ θάνατος παρέστηκεν, οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαι ρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν 32.1229 δώσει· καλῶς ἐχρήσω τῇ δεδομένῃ. Μηδείς σε ἐξαπα τάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρ έσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομέ νην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀπο κλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στε νάξεις! ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρ τωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἴ με! μὴ ἀποῤῥῖψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἴ με! τὰς κηλῖδας μὴ ἀπο πλύνασθαι, ἀλλ' ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρα νίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευ μάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, ἀθά νατα βασανίζομαι· δι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παρα δίδομαι. ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· δι εμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρ πασθῇς τῆς μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἐμοὶ δα κρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ· καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ, δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀπο κλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν αὐτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτὴς, κατὰ τὸν εἰπόντα· Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ἀλλ' ἐὰν μὲν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμμέ νον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν αὐτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμε τανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος, καταντλήμασι πρότερον καὶ περιπλά σμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδημα· ἐπειδὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγω γὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Τοὺς γὰρ ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπειλεῖ παντελῶς 32.1232 ὁ Θεὸς μὴ ἀφήσειν. Οὐκέτι γὰρ, φησὶν, ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἔμφασιν ἡμῖν παρέχων τοῦ πολ λάκις ἤδη πρότερον ἐπὶ