1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

23

κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικροτέρῳ τὸ τελειότερον, ἀλλ' ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρ μοστον· οὕτως καὶ ἐνταῦθα ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περιβόλαιον, τὸ ὑπόδημα τοῦ πάνυ χρῄ ζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καὶ κα θάπερ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμένων, οὐχ ὁ τρυφῶν, ἀλλ' ὁ χρῄζων τῆς ἀνέσεως ἀπολαύει δικαίως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ.}1

{1ΛΟΓΟΣ ʹ.}1 Ὅταν εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου εἰσ έλθω, καὶ ἴδω αὐτὴν παντοίοις

γεγανυμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέ κτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ πτωχοὶ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν· ὁ δὲ ἀρνεῖ ται τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυται, ὑπὸ δὲ τῆς χειρὸς ἐλέγχεται· σιωπῶσα γὰρ ἡ χεὶρ τὴν ψευδολο γίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Ἄθλιε καὶ ταλαίπωρε, πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι· πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι! Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὁλόκληρον ῥιγοῦντα περι βαλεῖν· ἀλλ' ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πέ νητα, μὴ φοβούμενος τὸ δίκαιον τῆς ἀντιδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. Ἀλλὰ πένητα λέ γεις σεαυτόν. Κἀγὼ συντίθεμαι· πένης γάρ ἐστιν, ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις ἄλλα δέκα τάλαντα προστεθεικέναι σπουδάζετε· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖτε, καὶ ἀεὶ τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ' ἀναφλέ γει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυ μοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ προσόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα, ἅπερ ἂν αὐτοῖς ἐλλείπειν 32.1184 ὑπόθωνται. ∆έον γὰρ αὐτοὺς εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφο ροῦσι, καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Καὶ οὐ τοὺς ὑπο δεεστέρους ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει· ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Οἱ γὰρ τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερο μένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδα μοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ' ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται, ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι· {1Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.}1 Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον, λέγοντι· {1Οὐκ ἔραμαι πλουτεῖν, οὔτ' εὔχομαι· ἀλλά μοι εἴη Ζῇν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.}1 Ἐγὼ δὲ καὶ ∆ιογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττό νων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Τοῖς δὲ πλεονέκταις, εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη