1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

10

ἡμαρτηκότα μακροθυμίαν ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι· τὸ μὲν γὰρ μὴ δι' ἑαυτὸν μεριμνᾷν καὶ ἐργάζεσθαι, φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεως ἐγκώμιον. Παντὶ τοίνυν τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπου δάζειν τὸ ἐξηρθρωμένον, ἵν' οὕτως εἴπω, μέλος ἐναρθροῦν· ἐὰν δὲ τῇ οἱᾳδηποτοῦν κακίᾳ ἐπιμένῃ, ἀφιέναι ὡς ἀλλότριον· γέγραπται γάρ· Πᾶσα φυ τεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐὰν γὰρ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς δου λεύειν ἐθέλωσι μᾶλλον ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπει θεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώ ζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, καὶ ἀλλοτρίαις ἁμαρτίαις μὴ κοινώνει. Καὶ εἰ μή τις ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται 32.1144 αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λά ρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν· ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ. Οὓς γὰρ τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν· γέγραπται γάρ· Ἐὰν ὁ ἀδελ φός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ καὶ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ὃ γοῦν ἐγένετο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκ κλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔσται ἐκκήρυκτος, καὶ διαγγελ θήτω πάσῃ τῇ πόλει, ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς· ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κα τάβρωμα τοῦ διαβόλου. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας, ἃς διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσ άγουσι, προσεχέστεροι δέχονται τὰ διδάγματα· καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ καὶ παρεδόθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μόλις τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη, κατὰ τὸν λέγοντα, ὅτι Ἡ παι δεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ δὲ ἀπαθῶς χρὴ προσάγεσθαι τὰς θερα πείας τοῖς ἀσθενοῦσι κατὰ ψυχὴν, οὕτως πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ ψυχῆς προσαγομένην αὐ τῶν ἐπιμέλειαν. Αἰσχρὸν γὰρ, τοὺς μὲν τὰ σώματα νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν τέμνωσι, κἂν καίωσι, κἂν πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν θεραπευτὰς, ὅταν δι' ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ἐπεὶ οὖν φοβερὸν τὸ κρῖ μα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας, τὴν κοινὴν φροντίδα πεπιστευμένῳ· ὡς ὀφείλων λό γον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω, εἰδὼς, ὅτι ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπε 32.1145 σὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς ἐπανορ θώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζη τηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι' ἄγνοιάν τι παρίδῃ τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κα κοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ. Ὥσπερ δὲ ὁ προεστὼς