1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

90

ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκδικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. ∆ῆλον γὰρ, ὅτι ἑνὸς ἀδίκου σωφρο νισθέντος, πολλοὶ ἐπιστρέψουσι. Καίτοιγε ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ καὶ μόνη τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλονται, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ, τὸν πατέρα ὑπὸ τοῦ γήρως πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰ κείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθό νως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχοντες βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβό ηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντί δοσιν ἀντιπελάργωσιν ὀνομάζουσι. Σὺ τοίνυν εἰ βούλει περὶ τῶν μελλόντων πεπεῖ σθαι, ποίει τὰ δοκοῦντα κατὰ τὸν νόμον, καὶ ἀνάμενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μα κροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Εὐγνώμονες γὰρ παῖδες, μεγάλα ποιοῦσι τῶν πατέρων τὰ ἐγκώμια. Τὰ τέκνα, ἀγαπᾶτε τοὺς πατέρας· οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα, ὁ θεῖος Ἀπόστολος παραινεῖ. Εἰ γὰρ λέαινα στέργει τὰ ἐξ αὐτῆς, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται· τί εἴπῃ ἄνθρωπος καὶ τῆς ἐντολῆς παρακούων καὶ τὴν φύσιν παραχαράσσων, ὅταν ἢ παῖς ἀτιμάζων γῆρας πατρὸς, ἢ πατὴρ διὰ δευτέρων γάμων τῶν προτέρων παίδων ἐπιλανθάνηται; Ἀδικώτατος περὶ τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. ∆ύο γὰρ ἐξάγων νεοσ σοὺς, τὸν ἕτερον ἄγων εἰς γῆν καταῤῥήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ 32.1380 τοῦτον διαφθαρῆναι ἡ φήνη· ὑπολαβοῦσα γὰρ αὐτὸν, τοῖς οἰκείοις αὐτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια, ἢ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισότατοι πρὸς τὰ ἔκγονα. ∆ίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μεταδεδώκασι τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως παρέχειν. Μὴ μιμήσῃ τῶν γαμψωνύχων τὸ ἀπηνές· οἳ, ἐπειδὰν ἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ζήλωσαι τῆς κορώνης τὸ φιλότεκνον· ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πλείστου. ∆ιαφέρει γὰρ τοῦ νηπίου καθ' ἡλικίαν οὐδὲν ὁ ἐν ταῖς φρεσὶ νηπιάζων· Πολιὰ δέ ἐστι φρόνησις ἐν ἀνθρώποις. Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου σύστασιν, τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτερικόν. Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν ∆ανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ προαιρέσει προφερόντων. Καὶ γὰρ παιδάριον ὄντα τὸν ∆ανιὴλ, καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἄγοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων προτιμοτέρους εὑρίσκεσθαι νέους, ὡς πρεσβυτέρους ὄντας διὰ τὴν πολιῶσαν αὐτῶν τῆς ψυχῆς ἀρετήν. Ἔστι δὲ καὶ χαλεπωτάτη τιμωρία, τὸ ὑπὸ νεανίσκων ἀφρόνων ἄγεσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης, καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι καὶ ὕβρεις, ὑπερηφάνειαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον, μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι. Ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους· διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ τοῖς ἀρχομένοις γίνονται. Ἐντεῦθεν τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων τῆς τελευταίας ταύτης συνέβη κακὰ, ὅτε συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν