1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

76

Πολλὴν ἡμῖν ἐμποιεῖ τὴν ἀνίαν τοῦ κατασχόντος 32.1337 καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλη σίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. Ἤνοιξαν γὰρ πάντες ἀφειδῶς τὰ στόματα κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια συγκεκάλυπται· καὶ οἱ μὲν κατηγορούμενοι κατα δικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύον ται ἀνεξετάστως. Καὶ πολὺς ἤδη ὁ χρόνος παρῴχη κεν, ἐν ᾧ τυπτόμενοι ὑπὸ τῶν διαβολῶν, φέρομεν τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενοι ὅτι ἔχο μεν Κύριον τὸν τῶν κρυπτῶν γνώστην μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν· τούτου ἕνεκεν παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντως παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, Οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶ τον ἀκούσῃ, καὶ γνῷ τί ποιεῖ. Πρὸς δὲ τὰ προβαλ λόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ' ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγό ροις ἡμῶν ὡς ἀληθεύουσι. Τὰ γὰρ στόματα αὐτῶν ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων λόγων ἀμήχανον. Μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ' ἡμῶν κατασκευάζειν, καὶ στηλιτεύειν, καὶ κατ ηγορεῖν. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν, καὶ, κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους, καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάψαντας· μήτε μὴν ἀξιώμασι προσ έχοντας, ἀμαυροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις. ∆εῖ γὰρ τὸν ἀκροατὴν τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάσσειν τῷ μὴ παρ όντι, τὸ τοῦ Ἀλεξάνδρου ποιοῦντα. Καὶ γὰρ ἐκεῖ νόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρὶ, ἐν δεικνύμενον, ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα, μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι Καὶ γὰρ πεφύκασί πως ταῖς μεγάλαις δυνα στείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ, διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι' οὗ γνωρισθῶ σιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. Καὶ ὥσπερ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ 32.1340 λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τό πους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτω καὶ οἱ βάσκανοι, τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται. Τοὺς οὖν ὀρθὰ φρο νοῦντας τὸ τοῦ Ἀλεξάνδρου ποιεῖν προσήκει· ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβου λεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμα κον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὡς ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγί νωσκε, καὶ τὸ φάρμακον ἔπινεν. Οἱ τοίνυν τῷ πλη σίον καταχέοντες λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγοντες, φανήσονται πάντως πονηρὰν ἑαυτοῖς προσηγορίαν ἐπενεγκόντες ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. Τὸν γὰρ διαβάλλοντα πῶς ἄλ λως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν ἑαυτῷ τιθεμέ νους; Μήτε οὖν ὁ λοιδορῶν διάβολος ἔστω, ἀλλ' ἀδελφὸς, ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταὶ, ἀλλ' ἐλέγχων δοκιμασταί· μήτε οἱ λοιδο ρούμενοι ἀνιάτρευτοι καταλειφθῶσι, μὴ φανερου μένης τῆς ἁμαρτίας αὐτῶν. Ἐλεγχθέντες μὲν γὰρ, καὶ αὐτοὶ τὴν ἁμαρτίαν