τῷ μέλλοντι ὁ παρακείμενος, χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ˉε· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, οἷον κερῶ κέκαρκα, δερῶ δέδαρκα, σπερῶ ἔσπαρκα, κτενῶ ἔκταγκα, στελῶ ἔσταλκα· πρόσκειται δισυλλάβων διὰ τὸ ἐγερῶ ἤγερκα, τοῦτο γὰρ οὐκ ἔτρεψε τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν ἐνεργητικὸν παρακεί μενον, ἀλλ' οὐκ ἔστι δισύλλαβον. Ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τῶν δισυλλάβων τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ˉε· ταῦτα γὰρ τρέπουσι τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον παρὰ τοῖς Ἀθηναίοις, οἷον λέγω λέξω λέλεχα κοινῶς καὶ λέλοχα ἀττικῶς, πλέκω πλέξω πέπλεχα κοινῶς καὶ πέπλοχα ἀττικῶς, στέφω στέψω ἔστεφα κοινῶς καὶ ἔστοφα ἀττικῶς, κλέπτω κλέψω κέκλεφα κοινῶς καὶ κέκλοφα ἀττικῶς, πέμπω πέμψω πέπεμφα κοινῶς καὶ πέπομφα ἀττικῶς, στρέφω στρέψω ἔστρεφα κοινῶς καὶ ἔστροφα ἀττικῶς, τρέφω θρέψω τέτρεφα κοινῶς καὶ τέτροφα ἀττικῶς, βρέχω βρέξω βέβρεχα κοινῶς καὶ βέβροχα ἀττικῶς. Πρόσκειται δισυλλά βων διὰ τὸ ἐλέγχω ἐλέγξω, τούτου γὰρ ὁ παρακείμενος ἤλεγχα διὰ τοῦ ˉε, καὶ οὐ τρέπει ἀττικῶς ὁ παρακείμενος τὸ ˉε εἰς ˉο, <ἀλλ' οὐκ ἔστι δισύλ λαβον>· πρόσκειται πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων διὰ τὸ ῥέζω ῥέξω ἔρρεχα, τοῦτο γὰρ ἐπειδὴ οὐκ ἔστι πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων ἀλλὰ τῆς τετάρτης, οὐ τρέπει παρ' Ἀττικοῖς τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ σημειώσασθαι καὶ τὸ τέθυκα καὶ τὸ λέλυκα, ὅτι ταῦτα ἐν τῷ θύσω καὶ λύσω μέλλοντι φύσει μακρὸν ἔχοντα τὸ δίχρονον, ἐν τῷ 75 παρακειμένῳ συνεσταλμένον αὐτὸ ἔχουσιν. Ἰστέον δὲ ὅτι ταῦτα ἐν τῷ ἐνεστῶτι τῷ θύω καὶ λύω καὶ ἐκτείνουσι καὶ συστέλλουσι τὸ δίχρονον, ἐν δὲ τῷ μέλλοντι τῷ θύσω καὶ λύσω μόνως ἐκτείνουσι τὸ δίχρονον, ἐν δὲ τῷ παρακειμένῳ τῷ λέλυκα καὶ τέθυκα μόνως συστέλλουσι τὸ δίχρονον. Τὸ ἧφα καὶ ἦχα καὶ ἦρκα μὴ φυλάξαντα τὴν παραλήγουσαν τοῦ ἅψω καὶ ἄξω καὶ ἀρῶ μέλλοντος οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ταῦτα δισύλλαβά εἰσιν καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, καὶ λοιπὸν οὐ τῷ λόγῳ τῆς παραληγούσης ἐγένοντο, ἀλλὰ τῷ λόγῳ τῆς ἀρχούσης ἔτρεψαν τὸ ˉα εἰς τὸ ˉη· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὸ ˉα εἰς τὸ ˉη τρέπεται κατὰ τὴν ἄρχουσαν τῶν παρῳχημέ νων, οἷον ἄγω ἦγον. Ἡ δὲ ἄρχουσα, ὡς ἔφαμεν, ἐκ τοῦ παρατατικοῦ γίνεται. Ἐνταῦθα περὶ τῆς ἀρχούσης τοῦ παρακειμένου διαλαμβάνει, καὶ κανο νίζει αὐτὴν ἀπὸ τοῦ παρατατικοῦ λέγων, ὅτι ἡνίκα ὁ παρατατικὸς ἀπὸ μακρᾶς φύσει ἢ θέσει ἄρχεται, συνάρχεται ὁ παρακείμενος, οἷον ἠγόρα ζον ἠγόρακα, ἠλέουν ἠλέηκα, ἠρεύνων ἠρεύνηκα, ἡτοίμαζον ἡτοίμακα, ἠρώτων ἠρώτηκα, ἔφθειρον ἔφθαρκα, ἡρμήνευον ἡρμήνευκα, ἔκτεινον ἔκταγκα, ἔκτιζον ἔκτικα, ἐψηλάφων ἐψηλάφηκα, ἐξήραινον ἐξήραγκα· ὅθεν καὶ τὰ ἀπὸ τοῦ ˉρ ἀρχόμενα ἔχουσι τὸν παρακείμενον συναρχό μενον τῷ παρατατικῷ, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐπὶ τούτων ἀπὸ μα κρᾶς θέσει ἄρχεται· διὰ γὰρ τῶν δύο ˉρˉρ γράφεται, οἷον ἔρραπτον ἔρραφα, ἐρρύπουν ἐρρύπωκα, ἐρράπιζον ἐρράπικα, ἔρρεον ἔρρευκα, ἔρριπτον ἔρριφα· περὶ γὰρ τοῦ <ζ 59> τά μοι ῥερυπωμένα κεῖται καὶ τῶν λοιπῶν ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἐὰν δὲ ἀπὸ βραχείας ἄρχηται ὁ παρατατικός, ἀναδιπλασιάζεται ὁ παρα κείμενος. Ἀναδιπλασιασμὸς δὲ λέγεται, ὅτε τὸ ἑξῆς τῆς λέξεως σύμ φωνον δὶς παραλαμβάνεται, οἷον ἔτυπτον τέτυφα, ἐπάτουν πεπάτηκα, ἐνόουν νενόηκα, ἐλάλουν λελάληκα, ἔσειον σέσεικα, ἔθυον τέθυκα, ἐφί λουν πεφίληκα, ἐχειροτόνουν κεχειροτόνηκα, τῶν δασέων εἰς τὰ ἀντί στοιχα ψιλὰ τραπέντων διὰ τὴν κακοφωνίαν· καὶ ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παρατατικῷ ἄφωνον πρὸ ἀμεταβόλου, τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, ἀναδιπλασιάζεται ὁ παρακείμενος, οἷον ἔγραφον γέγραφα, ἔγλυφον γέγλυφα, ἔκλαιον κέκλαυκα, ἐκράτουν κεκράτηκα, ἔπλυνον πέπλυκα, ἔκρινον κέκρικα, ἔκλινον κέκλικα. ∆εῖ προσθεῖναι χωρὶς τῶν