ὑποτακτικὰ μὲν καλοῦνται, καθὸ ὑποτάττονται τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· ἐπι ζευκτικὰ δέ, ὅτι ἐπιζεύγνυνται τούτοις τοῖς συνδέσμοις. Ἀπὸ δὲ τῆς φωνῆς λέγονται ἐπηρμένα· ἐπηρμένα δὲ λέγονται, καθὸ τὸ φωνῆεν τῶν ὁριστικῶν εἰς μεῖζον φωνῆεν ἐπαίρουσιν· καὶ γὰρ τὸ ˉο ἐπηρμένον ἔχουσιν εἰς μεῖζον φωνῆεν, τουτέστιν εἰς ˉω, οἷον τὸ μὲν τύπτομαι διὰ τοῦ ˉο ἐστίν, τὸ δὲ ἐὰν τύπτωμαι διὰ τοῦ ˉω. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε τῶν ὑπο τακτικῶν ἓξ ὀνομασίας ἐχόντων, ὡς δέδεικται, τρεῖς μὲν ἀπὸ τῆς ση μασίας, δύο δὲ ἀπὸ τῆς συντάξεως, καὶ μίαν ἀπὸ τῆς, φωνῆς, ἡ ἀπὸ τῆς συντάξεως ὀνομασία ἐπεκράτησεν, καὶ πάντα κοινῶς ὑποτακτικὰ λέγονται. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἐκ τοῦ κοινῶς πᾶσιν ἁρμόζοντος ὀνομάζονται· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· καὶ γὰρ οὔτε ἐκ τῆς φωνῆς οὔτε ἐκ τῆς σημασίας ἠδύναντο λαβεῖν τὴν ὀνομασίαν· <καὶ ἐκ μὲν τῆς> σημασίας οὐκ ἠδύναντο λαβεῖν τὴν ὀνομασίαν, ἐπειδὴ οὐχ ἁρμόζουσι πᾶσιν αἱ σημασίαι, οὔτε γὰρ πάντα εἰσὶν αἰτιολογικά, οὔτε πάντα διστακτικά, 276 οὔτε πάντα ἀποτελεστικά· τὸ γὰρ δός μοι τὸ βιβλίον ἵνα ἀναγνῶ ἀποτελεστικὸν μόνον ἐστίν, καὶ οὔτε διστακτικὸν οὔτε αἰτιολογικόν· καὶ πάλιν τὸ ἵνα τιμηθῶ ἐλυπήθης αἰτιολογικὸν μόνον ἐστίν, καὶ οὔτε διστακτικὸν οὔτε ἀποτελεστικόν· καὶ πάλιν τὸ ἐὰν λούσωμαι ὑγιαίνω διστακτικὸν μόνον ἐστίν, καὶ οὔτε αἰτιολογικὸν οὔτε ἀποτελεστικόν· ἐπειδὴ οὖν οὐχ ἁρμόζουσι πᾶσιν αἱ σημασίαι, εἰκότως οὐκ ἔλαβον ἐκ τῆς σημασίας τὴν ὀνομασίαν. Ἐκ τῆς φωνῆς δὲ οὐκ ἔλαβον τὴν ὀνο μασίαν, ἐπειδὴ οὐχ ἁρμόζει πᾶσιν ἡ ἀπὸ τῆς φωνῆς ὀνομασία· οὔτε γάρ εἰσι πάντα ἐπηρμένα· τὸ γὰρ ἐὰν τύπτω καὶ ἐὰν τύψω οὐκ ἔχουσιν ἐπηρμένον τὸ φωνῆεν, ἀλλὰ τὸ φωνῆεν τῶν ὁριστικῶν ἐφύλα ξαν, καὶ τὰ ὁριστικὰ γὰρ αὐτῶν διὰ τοῦ ˉω εἰσίν, οἷον τύπτω καὶ τύψω· ἐπειδὴ οὖν οὐχ ἁρμόζει <πᾶσιν> ἡ ἀπὸ τῆς φωνῆς ὀνομασία, εἰκότως οὐκ ἔλαβον ἐκ τῆς φωνῆς τὴν ὀνομασίαν. Ἐξ ἀνάγκης οὖν ἡ ὀνομασία ἡ ἀπὸ τῆς συντάξεως ἐπεκράτησεν· αὕτη γάρ, ὡς εἴρηται, πᾶσιν ἁρ μόζει· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν συνδέσμων εὑρίσκομεν· ὅσοι μὲν γὰρ αὐτῶν πρὸς μίαν ἔσχον σημασίαν, ἐξ αὐτῆς ὠνομάσθησαν, οἷον συμπλεκτικοὶ λέγονται ἀπὸ τοῦ συμπλέκειν τὰς φράσεις καὶ τὰ πράγματα, ὡς τὸ καὶ λέγω καὶ γράφω· διαζευκτικοὶ δὲ ἀπὸ τοῦ διαζευγνύειν καὶ δια χωρίζειν ἀλλήλων τὰ πράγματα, οἷον ἢ νύξ ἐστιν ἢ ἡμέρα· αἰτιολο γικοὶ δὲ ἀπὸ τοῦ αἰτίαν σημαίνειν, οἷον ἵνα τιμηθῶ ἐλυπήθης. Οἱ μέντοι παραπληρωματικοὶ διαφόρους ἔχοντες σημασίαςσημαίνουσι γὰρ καὶ μείωσιν, ὡς ὁ γέ, ἐν τούτῳ γε χαρίσαιμι, τουτέστι κἀν τούτῳ τῷ μικρῷ, καὶ ἐναντίωσιν σημαίνουσιν, ὡς ὁ πέρ, <Α 131> μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ, Κλέπτε νόῳ, ἐναντίον γὰρ τῷ ἀγαθῷ τὸ παραλογίζεσθαι, καὶ μετάβασιν σημαίνου σιν, ὡς ὁ δή, ὡς παρ' Ἀριστοφάνει <Plut. 8> καὶ ταῦτα μὲν δὴ ταῦτα· τῷ δὲ Λοξίᾳ, μετέβη γὰρ ἐφ' ἕτερον πρᾶγμακαὶ μὴ δυνάμενοι ἀπὸ μιᾶς αὐτῶν κληθῆναι διὰ τὸ μὴ ἁρμόζειν αὐτὴν ἅπασι τοῖς παραπληρωματικοῖς, ἀπὸ τοῦ κοινῶς παρεπομένου πᾶσιν αὐτοῖς, φημὶ δὴ τοῦ παραπληροῦνπαραπληροῦσι γὰρ τὰς φράσειςπαρα πληρωματικοὶ ὠνομάσθησαν. Τοῦτον οὖν τὸν τρόπον καὶ ἡ ὑποτακτικὴ ἔγκλισις διάφορα ἔχουσα σημαινόμενα, καὶ μὴ δυναμένη, ὡς εἴρηται, ἀπὸ τοῦ ἑνὸς αὐτῶν ὀνομασθῆναι διὰ τὸ μὴ ἁρμόζειν αὐτὴν πᾶσιν, 277 ἀπὸ τῆς συντάξεως ὠνομάσθη, καὶ ἐκλήθη ὑποτακτική· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συν δέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν. Ἐὰν δέ τισι εἴπῃ, καὶ εἰ ἄρα ἡ ὀνομασία ἡ ἀπὸ τῆς συντάξεως ἐπεκράτησεν, διατί μὴ λέγονται ἐπιζευκτικά, καὶ γὰρ αὕτη ἡ ὀνομασία, ὡς προείρηται, ἀπὸ τῆς συντάξεώς ἐστιν, λέγομεν, ὅτι ἡ τῶν ἐπιζευκτικῶν φωνὴ ἀτρι βὴς μᾶλλόν ἐστι καὶ ἀσυνήθης, ἡ