πρόσ κειται ἐπὶ ὀνομάτων διὰ τὴν στάντος καὶ θέντος μετοχήν, αὗται γὰρ βαρύνονται. Τούτου οὖν χάριν αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ τοῦ παρακειμένου παροξύνονται· δεῖ προσθεῖναι χωρὶς εἰ μὴ πάθωσιν· ἂν γὰρ πάθωσιν αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ τοῦ παρακειμένου, μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς, ἀναβιβάζουσι τὸν τόνον, τουτέστι προπαροξύνονται, οἷον ὄρω (τὸ διεγείρω) ὄρσω ὦρκα ὦρμαι ὠρμένος διὰ τοῦ ˉω καὶ ὄρμενος διὰ τοῦ ˉο· καὶ πάλιν ἐστὶν ἥδω (τὸ εὐφραίνω, ἐξ οὗ τὸ ἥδομαι) ἥσω ἧκα ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ πάλιν δεδεγμένος καὶ δέγμενος· πρόσκει ται μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς, ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλ λαβὰς καὶ πάθωσιν, τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον ἀκαχῶ ἀκα χήσω ἠκάχηκα ἠκάχημαι ἠκαχημένος και<ex. gr.135> ἀκαχμένον ὀξέϊ χαλκῷ· τὸ οὐτάμενος καὶ ἐληλάμενος ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου οὐ δοξάζει κατὰ πάθος ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλά ξαι, ἀλλ' ἀπὸ τῶν εἰς ˉμˉι λέγει αὐτὰ εἶναι, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ, ὥσπερ ἵστημι ἵσταμαι ἱστάμενος. Τυπτομένη. Ἰστέον ὅτι ὁμοίως τοῖς εἰς ˉνˉοˉς ὀνόμασι ποιοῦνται τὸν παρασχηματισμὸν τῶν γενῶν καὶ τὴν κλίσιν· ὡς γὰρ δερμάτινος δερματίνη δερμάτινον, οὕτω καὶ τυπτόμενος τυπτομένη τυπτόμενον. Αὕτη οὖν ἡ θηλυκὴ μετοχὴ ἀπὸ τοῦ ἀρσενικοῦ σχηματίζεται, ἤγουν γίνεται τροπῇ τοῦ ἐν τῷ τέλει ˉοˉς εἰς ˉη, οἷον τυπτόμενος τυπτομένη· πᾶν γὰρ εἰς ˉοˉς λῆγον ποιοῦν κατ' ἰδίαν θηλυκόν, ἤγουν μὴ ὂν κοινὸν τῷ γένει, <οἷον> τὸ ὁ ἀθάνατος καὶ ἡ ἀθάνατος, εἰ μὲν ἔχει τὸ ˉρ πρὸ τοῦ ˉοˉς, εἰς ˉα ποιεῖ τὸ θηλυκόν, οἷον φοβερός φοβερά, χλιαρός χλιαρά, εἰ δὲ ἕτερον σύμφωνον ἔχει πρὸ τοῦ ˉοˉς, εἰς ˉη ποιεῖ τὸ θηλυκόν, οἷον σοφός σοφή· ἔστιν οὖν τυπτόμενος ἡ ἀρσενικὴ μετοχὴ εἰς ˉοˉς, μὴ ἔχουσα πρὸ τοῦ ˉοˉς τὸ ˉρ ἀλλὰ τὸ ˉν, καὶ λοιπὸν εἰς ˉη ποιεῖ τὸ θηλυ κόν, <οἷον> τυπτομένη. Τυπτόμενον
. Ἰστέον ὅτι πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον, 317 ἡνίκα ποιεῖ οὐδετέρου παρασχηματισμόν, ὁμόφωνον αὐτὸ ποιεῖ τῇ ἰδίᾳ αἰτιατικῇ, <οἷον> ὁ εὔγηρως τοῦ εὔγηρω τὸν εὔγηρων καὶ τὸ εὔγηρων· οὕτως οὖν καὶ τὸ τυπτόμενον ὁμοφώνως τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ. Σεσημείωται ἐν τῷ κανόνι τούτῳ τὸ ἄλλο οὐδέτερον, ὅτι ἀπὸ τοῦ ὁ ἄλλος ἀρσενικοῦ ὀνόματος ἰσοσυλλάβως κλινομένου ἐστὶ καὶ οὐχ ὁμοφωνεῖ τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τῇ τὸν ἄλλον· ἀλλ' ἐν τῇ συνθέσει μετὰ τοῦ ˉν γίνεται, οἷον ἔξαλλον ἀλλοπρόσαλλον ἄνταλλον. Ἔτι σεσημείωται καὶ τὸ τοιοῦτο καὶ <τὸ> τοσοῦτο καὶ τὸ τηλικοῦτο, ἡ γὰρ αἰτιατικὴ <τοῦ ἀρσενικοῦ> ἐστι μετὰ τοῦ ˉν· περὶ ὧν ἔστιν εἰπεῖν, ὅτι ταῦτα οὐ μόνον εἰς ˉο λήγουσιν, ἀλλὰ καὶ εἰς ˉν, οἷον τὸ τηλι κοῦτον καὶ τὸ τοιοῦτον καὶ τὸ τοσοῦτον ἄλλως τε δὲ καὶ ταῦτα καὶ τὸ ἄλλος ἐνομίσθησαν ἀντωνυμίαι εἶναι, καὶ ἐπειδὴ ἔχομεν ἐν ταῖς ἀντωνυμίαις τὸ ˉο τελικὸν τῶν οὐδετέρων, ὡς ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένοντο εἰς τὸ ˉο, οἷον ἄλλο τηλικοῦτο τοιοῦτο τοσοῦτο. Ἔτι σεσημείωται καὶ ἡ ἐκεῖνο ἀντωνυμία καὶ ἡ τοῦτο, ὅτι ἀπὸ ἀρσενικοῦ ἰσοσυλλάβως κλινομένου εἰσίν, οἷον ἐκεῖνος ἐκείνου, οὗτος τούτου, καὶ οὐχ ὁμοφωνοῦσι τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ, αἱ γὰρ αἰτιατικαὶ τοῦ ἀρσενικοῦ ἐκεῖνον καὶ τοῦτον εἰσὶ μετὰ τοῦ ˉν. Ἔχουσι δὲ ἀπολογίαν <τοῦ> χωρὶς τοῦ ˉν λέγε σθαι τὰ οὐδέτερα ταῦτα, φημὶ δὴ τὸ ἐκεῖνο καὶ τοῦτο· ἐπὶ <γὰρ> τῶν οὐδετέρων τῶν παρασχηματιζομένων ἀρσενικῶν καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τὸ ἄρθρον ἐστὶ τὸ διακρῖνον τὴν αἰτιατικὴν τοῦ ἀρσενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου, οἷόν ἐστι σοφόν· τοῦτο ἄδηλόν ἐστιν, εἴτε αἰτιατικὴ τοῦ ἀρσενικοῦ ἐστιν, εἴτε εὐθεῖα <τοῦ> οὐδετέρου, προσερχόμενον δὲ τὸ ἄρθρον τὴν διάκρισιν ποιεῖται ἐὰν μὲν γὰρ εἴπω τὸν σοφόν, αἰτιατικὴ τοῦ ἀρσενικοῦ ἐστιν, ἐὰν δὲ εἴπω τὸ σοφόν, εὐθεῖα τοῦ οὐδετέρου ἐστίν· ἐπειδὴ οὖν ἡ ἐκεῖνος καὶ οὗτος οὐ δέχονται ἄρθρα ὀφείλοντα τὴν