παρατατικοῦ κανονίζεται ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς τροπῇ τοῦ ˉο εἰς ˉη, ἐπεὶ εἴ γε ἀπὸ τοῦ παρατατικοῦ ἐκανονίζετο, ἀπὸ τοῦ ἔτυπτον καὶ ἔκραζον ἐτύπτην καὶ ἐκράζην εἶχεν εἶναι· νυνὶ δὲ ἐτύπην καὶ ἐκράγην λέγομεν ἀπὸ τοῦ ἔτυπον καὶ ἔκραγον δευτέρου ἀορίστου ἐνεργητικοῦ. Πρόσ κειται εἰ ἐπιδεκτικός ἐστι πάθους, διὰ τὸ ἔλαβον καὶ ἔμαθον καὶ ἔφαγον· ταῦτα γὰρ οὐ ποιοῦσι τροπῇ τοῦ ˉο εἰς ˉη τὸν παθητικὸν δεύ τερον ἀόριστον, οὐδὲ γὰρ λέγομεν ἐφάγην καὶ ἐλάβην καὶ ἐμάθην, ἐπειδὴ οὔτε ὅλως ἔχουσι παθητικὸν δεύτερον ἀόριστον, ἐπεὶ εἰ εἶχον, οὕτως ἤμελλον λέγεσθαι. Ἐτύπης, ἐτύπη. ∆υϊκά. Ἐτύπητον, ἐτυπήτην. Πληθυντικά. Ἐτύπημεν, ἐτύπητε, ἐτύπησαν. Μέσος ἀόριστος πρῶτος· ἐτυψάμην. Μέσος ἀόριστος δεύτερος· ἐτυπόμην.Ἰστέον ὅτι οἱ μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν ἀορίστων κανονί ζονται, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου· τοὺς δὲ δύο ὁ τεχνικὸς ἐπενθέσει τῆς ˉμˉηˉν ἀπὸ τοῦ ἐνεργητικοῦ λέγει κανονίζεσθαι· οὐκ ἔρρωται δὲ τοῦτο, εἰ μὴ ἐπὶ τοῦ πρώτου μέσου ἀορίστου, οἷον ἔτυψα ἐτυψάμην, ἐποίησα ἐποιησάμην· ὁ γὰρ δεύτερος μέσος ἀόριστος οὐ γίνεται ἐπενθέσει τῆς ˉμˉηˉν, ἀλλ' ἐπενθέσει τῆς ˉμˉη, οἷον ἔτυπον ἐτυπόμην, ἔλαβον ἐλαβόμην. Ταῦτα μὲν ἐν τούτοις Ἰστέον δὲ ὅτι κανονίζεται ὁ πρῶτος μέσος ἀόριστος ἀπὸ τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ τοῦτον τὸν τρόπον· πᾶς πρῶτος ἀόριστος ἐνεργητικὸς προσθήκῃ τῆς ˉμˉηˉν πρῶτος μέσος ἀόριστος γίνεται, οἷον ἔτυψα ἐτυψάμην, ἐποίησα ἐποιησάμην, ἔγραψα ἐγραψάμην, ἔλουσα ἐλου σάμην, ἔφανα καὶ ἰωνικῶς ἔφηνα καὶ ἐφηνάμην καὶ ἀπεφηνάμην, ἐσήμανα καὶ ἰωνικῶς ἐσήμηνα καὶ ἐσημηνάμην. Ὁ δὲ δεύτερος μέσος ἀόριστος ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος εἰς ˉοˉν λήγων πρὸ τοῦ ˉν λαμβάνων τὸ ˉμ καὶ ˉη μέσος δεύτερος ἀόριστος γίνεται, οἷον ἔπιθον ἐπιθόμην, ἔνυγον ἐνυγόμην, ἔλαβον ἐλαβόμην, ἔπραθον ἐπραθόμην, ἔτυπον ἐτυ πόμην· ἐπὶ δὲ τῶν εἰς ˉμˉι καὶ συστέλλεται ἡ παραλήγουσα, οἷον ἔθην 4 ἐθέμην, ἔδων ἐδόμην, ἔφην ἐφάμην. ∆υνατὸν δέ ἐστι καὶ ἐκ τοῦ παθητικοῦ δευτέρου ἀορίστου κανονίσαι τὸν δεύτερον μέσον ἀόριστον τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος παθητικὸς πρὸ τοῦ ˉη λαμ βάνων τὸ ˉο καὶ ˉμ δεύτερον μέσον ἀόριστον ποιεῖ, οἷον ἐνύγην ἐνυγό μην, ἐτύπην ἐτυπόμην. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον <δὲ> ὅτι ὡς οἱ δύο ἀόριστοι ἐνεργητικοὶ φωνῇ μόνῃ δια φέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιντὸ γὰρ ἔτυψα καὶ ἔτυπον τῇ φωνῇ μόνῃ διαφέρουσιν, τὸ δὲ σημαινόμενον τὸ αὐτὸ ἔχουσιντὸν αὐτὸν τρόπον καὶ οἱ δύο παθητικοὶ ἀόριστοι τῇ φωνῇ μόνῃ διαφέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν, τὸ γὰρ ἐτύφθην καὶ ἐτύπην τὸ αὐτὸ σημαίνουσιν, εἰ καὶ τῇ φωνῇ διαφέρουσιν· ὡσαύτως δὲ καὶ οἱ δύο μέσοι ἀόριστοι τῇ φωνῇ μόνῃ διαφέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν, τὸ γὰρ ἐτυψάμην καὶ ἐτυπόμην τὸ αὐτὸ σημαίνουσιν, εἰ καὶ τῇ φωνῇ διαφέρουσιν· ὅθεν καὶ ἓξ χρόνους λέγομεν καὶ οὐ πλείονας, ὡς ἐν τῇ περὶ τοῦ δευτέρου ἀορίστου ἐνεργητικοῦ διδασκαλίᾳ μεμαθήκαμεν, ἡνίκα καὶ ἐζητοῦμεν, διατί τοῦ ἀορίστου τοῦ αὐτοῦ ὄντος κατὰ τὴν σημασίαν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ, κατ' ἰδίαν χρόνον λέγομεν τὸν ἀόριστον, καὶ μὴ συναριθμοῦμεν αὐτὸν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ. Ἐτυψάμην, ἐτύψω, ἐτύψατο. ∆υϊκά. Ἐτυψάμεθον, ἐτύψασθον, ἐτυψάσθην. Πληθυντικά. Ἐτυψάμεθα, ἐτύψασθε, ἐτύ ψαντο· εἴρηται. Μέσος ἀόριστος δεύτερος. Ἐτυπόμην, ἐτύπου. Ἰστέον ὅτι ἐπὶ μὲν τοῦ πρώτου μέσου ἀορίστου τὸ δεύτερον τῶν ἑνικῶν ἐτύψω διὰ τοῦ ˉω λέγομεν, ἐπὶ δὲ τοῦ δευτέρου μέσου ἀορίστου ἐτύπου διὰ τῆς ˉοˉυ διφθόγγου καὶ τούτου ἐστὶν αἰτία ἡ κρᾶσις· ἐπειδὴ γὰρ ἐπὶ μὲν τοῦ πρώτου μέσου ἀορίστου τὸ ˉα καὶ ˉο ἐστίν, οἷον ἐτύψατο ἐτύψαο, <ἐλούσατο> ἐλούσαο, ἐποιήσατο ἐποιήσαο, τούτου χάριν διὰ τοῦ ˉω λέγομεν ἐτύψω <ἐλούσω> ἐποιήσω· τὸ γὰρ ˉα καὶ ˉο εἰς ˉω κιρνῶνται, οἷον βοάομεν βοῶμεν, γελάομεν γελῶμεν, τοῦ γήραος τοῦ γήρως, τοῦ κρέαος τοῦ κρέως· ἐπειδὴ δὲ ἐπὶ τοῦ