λεπίσω λελέπικα, ἁρπάζω ἁρπάσω ἥρπακα, κείρω κερῶ κέκαρκα, τίλλω τιλῶ τέτιλκα, κρούω κρούσω κέκρουκα, τοξεύω τοξεύσω τετόξευκα, ποιῶ ποιήσω πεποίηκα, βοῶ βοήσω βεβόηκα, χρυσῶ χρυσώσω κεχρύσωκα, τίθημι θήσω τέθηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον τέθεικα διὰ τῆς ˉεˉι διφθόγγου, δίδωμι δώσω δέδωκα, βίωμι βιώσω βεβίωκα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα ἡ πρώτη συζυγία τῶν βαρυ τόνων ἔχουσα δασὺ ψιλὸν μέσον, λέγω δὴ τὸ ˉβ ἢ ˉπ ἢ ˉφ, οἷον λείβω τέρπω γράφω, διὰ τοῦ ἰδίου δασέος ἐκφέρεται κατὰ τὸν παρακείμενον, λέγω δὴ διὰ τοῦ ˉφ, οἷον λείβω λείψω λέλειφα, γράφω γράψω γέγραφα, καὶ πάλιν ἡ δευτέρα συζυγία τῶν βαρυτόνων ἔχουσα δασὺ ψιλὸν μέσον, λέγω δὴ τὸ ˉγ ˉκ ˉχ, οἷον λέγω πλέκω τρέχω, διὰ τοῦ ἰδίου δασέος ἐκ φέρεται κατὰ τὸν παρακείμενον, λέγω δὴ διὰ τοῦ ˉχ, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, διατί ἡ τρίτη συζυγία τῶν βαρυτόνων ἔχουσα δασὺ ψιλὸν καὶ μέσον, λέγω δὴ τὸ ˉδ ˉθ ˉτ, οἷον ᾄδω πλήθω ἀνύτω, οὐκ ἐκφέρεται κατὰ τὸν παρακείμενον διὰ τοῦ ἰδίου δασέος. λέγω δὴ διὰ τοῦ ˉθ, ἀλλὰ διὰ τοῦ ˉκ, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα· οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐκφέρεται ὁ παρακείμενος τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉθ, ἐπειδὴ οὐδέποτε τὸ ˉθ εὑρίσκεται ἐν παρακειμένῳ, εἴγε ἐν τῷ μέσῳ παρακει μένῳ εὑρίσκεται, ὡς ἐν τῷ νένηθα καὶ πέποιθα καὶ εἴωθα. Λέγει οὖν ὁ τεχνικὸς Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι αἴτιός ἐστιν ὁ μέλλων τοῦ μὴ ἐκφέρεσθαι τὸν παρακείμενον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉθ· ἐφ' ὧν γὰρ ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται, τούτων ὁ παρακείμενος διὰ δασέος ἐκφέρεται, οἷον ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται ἐν τῷ τύψω, ἀλλὰ καὶ ὁ παρακείμενος διὰ δασέος τοῦ ˉφ ἐκφέρεται ἐν τῷ τέτυφα· πάλιν ἐν τῷ λέξω ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται, ἀλλὰ καὶ ὁ παρακείμενος διὰ τοῦ ˉχ ἐκφέρεται, ὡς ἐν τῷ λέλεχα· ἐπειδὴ οὖν ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων διὰ διπλοῦ ἔχουσι τὸν μέλλοντα ἐκφερόμενον, ἡ μὲν γὰρ πρώτη διὰ τοῦ ˉψ, ἡ δὲ δευτέρα διὰ τοῦ ˉξ, οἷον τύπτω τύψω, γράφω γράψω, λέγω λέξω, πλέκω πλέξω, εἰκότως διὰ δασέος ἔχουσι τὸν παρακείμενον ἐκφερόμενον, οἷον τέτυφα γέγραφα λέλεχα πέπλεχα· ἡ δὲ τρίτη συζυ γία τῶν βαρυτόνων, ἐπειδὴ οὐκ ἔχει τὸν μέλλοντα διὰ διπλοῦ ἐκφερό μενον, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα, εἰκότως οὐκ ἔχει τὸν παρακείμενον διὰ δασέος ἐκφερόμενον. 67 Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί γὰρ ὥσπερ ἡ πρώτη συζυγία τῶν βαρυτόνων ἔχει τὸν μέλλοντα διὰ διπλοῦ τοῦ ˉψ ἐκφερόμενον, οἷον τύπτω τύψω, γράφω γράψω, λείβω λείψω, καὶ ἡ δευτέρα διὰ <διπλοῦ> τοῦ ˉξ, οἷον λέγω λέξω, πλέκω πλέξω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ τρίτη συζυγία τῶν βαρυτόνων ἔχει τὸν μέλλοντα διὰ διπλοῦ τοῦ ˉζ ἐκφερόμενον· οὐδὲ γὰρ ἔχει αὐτὸν διὰ διπλοῦ τοῦ ˉζ ἐκφερόμενον, ἀλλὰ διὰ τοῦ ˉς, οἷον πείθω πείσω, νήθω νήσω, ᾄδω ᾄσω. Καὶ λέγει ὁ Ἀπολλώνιος δύο ἀπολογίας, μίαν μὲν πιθανήν, δευτέραν δὲ καταναγκαστικήν· καὶ ἡ μὲν πιθανὴ ἔχει οὕτως· πᾶς μέλλων εἰς ˉω λήγων βαρύτονος πρὸ τοῦ ˉω θέλει ἔχειν τὸ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, οἷον βασιλεύσω ἱππεύσω νοήσω, δυνάμει δέ, οἷον λέξω πλέξω τύψω· τὸ γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς σύγκειται καὶ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς· πρόσκειται βαρύτονος διὰ τὸ κερῶ τιλῶ ῥανῶ· ταῦτα γὰρ οὐκ ἔχουσι πρὸ τοῦ ˉω τὸ ˉς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἀλλ' οὐ βαρύ νονται ἀλλὰ περισπῶνται· εἰ ἐξεφέρετο οὖν ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉζ, οὐκ ἤμελλεν ἔχειν πρὸ τοῦ ˉω τὸ ˉς, οὔτε δυνάμει οὔτε ἐνεργείᾳ· τὸ γὰρ ˉζ οὐ σύγκειται ἐκ τοῦ ˉδ καὶ ˉς, ἀλλ' ἐκ τοῦ ˉς καὶ ˉδ· τούτου χάριν οὐκ ἐκφέρεται ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉζ. Ταῦτα μὲν ὁ τεχνικὸς Ἀπολ λώνιος. Ἀνατρέπεται δὲ οὗτος ὁ κανών· εὐχερῶς γὰρ ἔστιν εἰπεῖν, ὅτι οὐ λέγονται διπλᾶ, καθότι ἐκ δύο συμφώνων σύγκεινται, ἀλλὰ καθὸ δύο συμφώνων ἔχουσι δύναμιν καὶ ἐκφώνησιν· διπλοῦν γὰρ λέγεται τὸ δυνάμενον εἰς ἑαυτὸ διπλωθῆναι, ὡς ἐπὶ