τακτικὸν ἴσαθι καὶ κατὰ συγκοπὴν τοῦ ˉα ἴσθι, καὶ λοιπὸν τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω τὸ τρίτον ἴστω. Τιθέτω. Εἴρηται ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον δίδοθι διδότω, γνῶθι γνώτω, ἴθι ἴτω, βῆθι βήτω, στῆθι στήτω· οὕτως οὖν καὶ τίθετι τιθέτω, τὸ γὰρ ˉτ ἐνταῦθα δυνάμει ˉθ ἐστίν. Τίθετον, τιθέτων· τίθετε, τιθέ τωσαν· εἴρηται. 363 Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέθεικε, τεθεικέτω· τεθείκετον, τεθεικέτων· τεθείκετε, τεθεικέτωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἔτυψα γέγονε τύψον, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ὤφειλε γενέσθαι θῆκον, ἀλλ', ὡς ἐμάθομεν, τὸ ἔθηκα ἔδωκα ἧκα μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· κλίνομεν οὖν ἀντ' αὐτοῦ τὸ στῆσον, στησάτω· στήσα τον, στησάτων· στήσατε, στησάτωσαν. Ἀορίστου <δευτέρου>. Θές, θέτω. Ἰστέον ὅτι ὁ <δεύτερος ἀόριστος> ἔχων τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον θείς θέντος, εἰς ˉθˉι ὤφειλεν ἔχειν τὸ προστακτικόν· ἀλλ' ἐμάθομεν, ὅτι σεσημείωται καὶ αὐτὸ καὶ τὸ δός καὶ τὸ ἕς· ταῦτα γὰρ μετ' ὀξείας τάσεως ἔχουσι τὴν μετοχὴν εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλινο μένην, οἷον δούς δόντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), <καὶ οὐκ ἔχουσιν εἰς ˉθˉι τὸ προστακτικόν>. ∆εῖ δὲ γινώσκειν, ὅτι ἀόριστον μόνον λέγομεν ἐνταῦθα, οὐ μὴν ἀόριστον καὶ μέλλοντα, ἐπειδή, ὡς ἐμάθομεν, οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι δεύτερος μέλλων ὁριστικὸς ἐνεργητικός. Θέτον, θέτων· θέτε, θέτωσαν. Προστακτικὰ παθητικά.Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθεσο. Ἰστέον ὅτι ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ παθητικοῦ παρατατικοῦ γέγονε κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἵστασο ἵστασο, ἐδίδοσο δίδοσο. Τιθέσθω· τίθεσθον, τιθέσθων· τίθεσθε, τιθέσθωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέθεισο· ἀπὸ τοῦ ἐτέ θεισο γέγονε τέθεισο. Τεθείσθω· τέθεισθον, τεθείσθων· τέθεισθε, τεθείσθωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος. Τέθητι. Ἔστιν ἐτέθην, καὶ ἡ μετοχὴ τεθείς τεθέντος εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, καὶ γίνεται τὸ προστακτικὸν εἰς ˉθˉι, ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων τέθητι, τραπέντος τοῦ ˉθ εἰς ˉτ. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς ˉμˉι προστακτικὸν δευτέρου ἀορίστου παθητικοῦ καὶ δευτέρου μέλλοντος οὐκ ἔστιν, ἐπειδὴ οὔτε ὁριστικὸς ἔστιν, ὡς ἐμάθομεν. Τεθήτω· τέθη τον, τεθήτων· τέθητε, τεθήτωσαν. Μέσου ἀορίστου δευτέρου. Θοῦ. Ἐμάθομεν ἀνωτέρω, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ ἐθέμην διχῶς λέγεται· λέγεται γὰρ ἔθεσο καὶ 364 ἔθου κατὰ ἀποβολὴν <τοῦ ˉς> καὶ κρᾶσιν τῶν φωνηέντων· ἐκ τοῦ οὖν πεπονθότος, φημὶ δὴ τοῦ ἔθου, γίνεται τὸ προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως θοῦ (ἐξ οὗ τὸ κατάθου καὶ παράθου)· φημὶ γὰρ ἐκ τοῦ ἔθεσο μὴ γενέσθαι τὸ προστακτικόν. Ἰστέον δὲ ὅτι τὸ θοῦ δευτέρου μέσου ἀορίστου ἐστὶ προστακτικόν, οὐ μὴν καὶ μέλλοντος· ἐν γὰρ τοῖς εἰς ˉμˉι οὐκ ἔστιν, ὡς ἐμάθομεν, δεύτερος μέσος μέλλων ὁριστικός· ὁριστικοῦ δὲ μὴ ὄντος οὔτε προστακτικὸν ἔστιν. Τὸ δὲ προσ τακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος οὐ παρέθετο, ἐπειδή, ὡς ἐμάθομεν, τὸ ἔθηκα ὡσαύτως δὲ καὶ τὸ ἔδωκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· οὔτε γὰρ εἰς τὰς μετοχὰς κλί νονται οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ μέντοι ἐστησάμην δύναται κατὰ ἀναλογίαν ἔχειν τὸ προστακτικὸν τὸ στῆσαι σύ, ὥσπερ τὸ ἐποιησά μην ποίησαι σύ. Θέσθω· θέσθον, θέσθων· θέσθε, θέσθωσαν. Εὐκτικὰ ἐνεργητικά.Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθείην. Εἴρηται ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, <οἷον> τιθείς τιθέντος τιθείην καὶ ἱστάς ἱστάντος ἱσταίην <καὶ> δούς δόντος δοίην καὶ στάς στάντος σταίην καὶ φάς φάντος φαίην καὶ βάς βάντος βαίην καὶ γνούς γνόντος γνοίην· πῶς δὲ κανονίζονται, <ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν>· εἴπομεν <δὲ> καὶ περὶ τῶν εὐκτικῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, ὅτι ταῦτα οὐ παραλήγονται διφθόγγῳ, ζευγνύην <γὰρ> καὶ πηγνύην χωρὶς τοῦ ˉι. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ ˉο διὰ τῆς προσ θήκης τοῦ ˉυ