διὰ τὴν ἐπαλλη λίαν τῶν δασέων τύφθητι κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ. ∆εῖ δὲ γινώ σκειν, ὅτι τότε τρέπεται τὸ ˉθ εἰς ˉτ ἐν τοῖς εἰς ˉθˉι προστακτικοῖς, ἡνίκα προηγεῖται ἕτερον ˉθ, οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, <νύχθηθι> νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον ˉθ, οὐ τρέπεται τὸ ˉθ εἰς ˉτ, οἷον φαθί, ἀντὶ τοῦ εἰπέ, ὡς παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν <τ>, αὐτὸ φαθί. Σεσημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉθˉι ποιοῦσι τὸ προστακτικόν, τὸ δός θές ἕς (σημαίνει δὲ τὸ πέμψον, ἐξ οὗ ἐν συνθέσει τὸ ἄφες καὶ πρόες καὶ πάρες καὶ μέθες)· ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἐγένοντο εἰς ˉθˉι ἐν τοῖς προστακτικοῖς, δός γὰρ καὶ θές καὶ ἕς τὰ προσ τακτικά· περὶ τούτων δὲ ἐν τοῖς εἰς ˉμˉι, εἰ θεῷ φίλον, διαληψόμεθα ἐν τῇ διδασκαλίᾳ τοῦ ἔθην δευτέρου ἀορίστου ὁριστικοῦ ἐνεργητικοῦ. Πρόσκειται ἐν τῷ κανόνι μετ' ὀξείας τάσεως, οἷον τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως διὰ τοῦ ˉνˉτ κλινομένην, διὰ τὸ τύψας τύψαντος· αὕτη γὰρ καὶ εἰς ˉς λήγει καὶ διὰ τοῦ ˉνˉτ κλίνεται, καὶ ἐπειδὴ 251 οὐκ ἔστιν ὀξύτονος, οὐ ποιεῖ τὸ προστακτικὸν εἰς θι, τύψον γάρ ἐστι τὸ προστακτικόν· πρόσκειται διὰ τοῦ ˉνˉτ κλινομένην διὰ τὸ τετυφώς τετυφότος· αὕτη γὰρ εἰς ˉς λήγει καὶ ὀξύτονός ἐστιν, καὶ ἐπειδὴ οὐ κλίνεται διὰ τοῦ ˉνˉτ ἀλλὰ διὰ καθαροῦ τοῦ ˉτˉοˉς, οὐ ποιεῖ τὸ προσ τακτικὸν εἰς ˉθˉι, τὸ γὰρ προστακτικὸν αὐτῆς τέτυφε σύ· πρόσκειται εἰς ˉς, διὰ τὸ λαβών λαβόντος· αὕτη γὰρ ἡ μετοχὴ καὶ ὀξύνεται καὶ διὰ τοῦ ˉνˉτ κλίνεται, καὶ ἐπειδὴ οὐ λήγει εἰς ˉς, οὐ ποιεῖ τὸ προστακτι κὸν εἰς ˉθˉι, λάβε γὰρ τὸ προστακτικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καθόλου τὰ εἰς ˉθˉι προστακτικὰ παραλήγουσαν ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύφθημεν τύφθηθι καὶ τύφθητι, ἐτύπημεν τύπηθι, ἐδά ρημεν δάρηθι, ἐνύγημεν νύγηθι, ἐτίθεμεν τίθεθι καὶ τίθετι, ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι, ζεύγνυμεν ζεύγνυθι, ἔστημεν στῆθι, ἔβημεν βῆθι, ἔτλημεν τλῆθι, ἔγνωμεν γνῶθι. Τούτων οὕτως ἐχόντων φασί τινες, ὡς οὐκ ὤφειλε τραπῆναι τὸ ˉθ εἰς τὸ ˉτ ἐν τῷ τύφθητι· οὐ γὰρ πάντως τρέπεται, ὅτε ἀλλεπαλληλία τῶν δασέων ἐστίν· ἰδοὺ γάρ ἐστιν<e 110. 133.251> ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, καὶ ὅμως οὐκ ἐτράπη τὸ ˉθ εἰς ˉτ διὰ τὴν ἀλλεπαλληλίαν τῶν δασέων. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὥσπερ κακόν ἐστιν ἡ κλοπή, καὶ ὅμως οἱ μὲν φεύγουσιν αὐτήν, οἱ δὲ οὔ, οὕτω κακόφωνον μὲν ποιεῖ τὴν λέξιν ἡ ἀλλεπαλληλία τῶν δασέων, καὶ ὅμως τινὰ μὲν φεύγοντα αὐτὴν τρέπουσι τὸ ˉθ εἰς τὸ ˉτ, τινὰ δὲ μὴ φεύγοντα αὐτὴν οὐ τρέπουσι τὸ ˉθ εἰς ˉτ, ὡς τὸ ἀπέφθιθον. Τυφθήτω. Ἰστέον ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ τροπῇ τῆς ˉθˉι εἰς ˉτˉω τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον τύπηθι τυπήτω, δάρηθι δαρήτω, νύγηθι νυγήτω, δίδοθι διδότω, ἵσταθι ἱστάτω, ζεύγνυθι ζευγνύτω, τύφθητι τυφθήτω· τὸ γὰρ ˉτ ἐνταῦθα δυνάμει ˉθ ἐστίν· τύφθηθι γάρ, ὡς εἴρηται, καὶ νύχθηθι, καὶ διὰ τὴν <ἀλλ>επαλληλίαν τῶν δασέων, ἤγουν τοῦ ˉθ, ἐτράπη τὸ ˉθ εἰς τὸ ˉτ. ∆ύναται δὲ καὶ ἀπὸ τοῦ ἐτύφθητε δευτέρου προσώπου πληθυντικοῦ ὁριστικοῦ γενέσθαι τὸ τυφθήτω, τροπῇ τοῦ ˉε εἰς τὸ ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, ὡς ἐν τοῖς προ λαβοῦσιν εἴρηται. ∆υϊκά· τύφθητον, τυφθήτων. Πληθυντικά· τύφθητε, τυφθή τωσαν· εἴρηται. Ἀορίστου <παθητικοῦ> δευτέρου καὶ μέλλοντος.Τύπηθι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ παθητικοῦ δευτέρου ἀορί στου καὶ μέλλοντος διαλαμβάνει· καὶ ἰστέον ὅτι εἴρηται ἡ περὶ τούτου 252 διδασκαλία ἐν τῇ διδασκαλίᾳ τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλ λοντος· φησὶ δὲ ὁ τεχνικός, ὅτι ἐπειδὴ ἐνταῦθα οὐκ ἦν ἀλλεπαλληλία τῶν δασέων, ἤγουν τοῦ ˉθ, τούτου χάριν οὐκ ἐτράπη τὸ ˉθ εἰς ˉτ. Τυπήτω. ∆υϊκά· τύπητον, τυπήτων. Πληθυντικά· τύπητε, τυπήτωσαν. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος.Τύψαι.