λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν, οἷον εἰμί τίς πώς τέ ὑμῶν [εἰμί] ἡμῖν ἐστίν· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρισυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ <ἐστὶν> ἀδύνατον. Τίθης. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι λήγοντα τροπῇ τῆς ˉμˉι εἰς ˉς τὸ δεύ 328 τερον πρόσωπον ποιοῦσιν, οἷον τίθημι τίθης, ἵημι (τὸ πέμπω) ἵης, κίχρημι κίχρης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, πήγνυμι πήγνυς, ὄμνυμι ὄμνυς, δείκνυμι δείκνυς, εἰμί εἴς ὀξυτόνως, οἷον <δ 611> αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, εἶμι εἶς περισπωμένως, ὡς παρ' Ἡσιόδῳ <Opp. 8> τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ· καὶ ἀπὸ τοῦ φημί δὲ τὸ δεύ τερον πρόσωπον φής ὤφειλεν εἶναι χωρὶς τοῦ ˉι, τροπῇ τῆς ˉμˉι εἰς ˉς, ἀλλ' ἡ παράδοσις σὺν τῷ ˉι οἶδεν αὐτὸ γεγραμμένον, οἷον φῄς, ὡς ἐν τῇ Ὀρθογραφίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τούτων οὕτως ἐχόν των καὶ τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω τροπῇ τῆς ˉμˉι εἰς ˉς γίνεται τὸ δεύτερον πρόσωπον ἔσς, καὶ ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δύο σύμφωνα τὰ αὐτὰ καταλήγει, προσῆλθε τὸ ˉι καὶ ἐγένετο ἐσσί. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ ἐσμί τὸ ἐσσί, ἀλλ' ἀπὸ τοῦ εἰμί· ἀπὸ γὰρ τοῦ εἰμί τροπῇ τῆς ˉμˉι εἰς ˉς γέγονεν εἴς, ἀντὶ τοῦ ὑπάρχεις, καὶ καθ' ὑπερβιβασμὸν τοῦ ˉι ἐσί, καὶ ἐπειδὴ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσι λέγουσι τετύφασι πεποιήκασι πεποίθασι, τούτου χάριν ἀνεδιπλασιάσθη τὸ ˉς, καὶ ἐγένετο ἐσσί· ἀπὸ τοῦ ἐσμί γάρ, φησίν, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ἐσμί ἡμάρτηται· οὐδέποτε γὰρ τὰ εἰς ˉμˉι θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι δίδωμι ζεύγνυμι ὄμνυμι ὄλλυμι δείκνυμι. Πρὸς ὃν ἔσιν εἰπεῖν, ὅτι πρῶτον μὲν καὶ τὸ εἰμί ἡμάρτηται· τὰ γὰρ εἰς ˉμˉι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι δίδωμι ζεύγνυμι ὄμνυμι ὄλλυμι δείκνυμι, πλὴν τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι καὶ τοῦ εἰμί δηλονότι τοῦ σημαίνοντος τὸ ὑπάρχω· δεύτερον δέ, εἰ τὸ ἐσσί δῶμεν εἶναι ἀπὸ τοῦ εἰμί, ἀναγκαζόμεθα τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν εἰσί εἰπεῖν· τὰ γὰρ εἰς ˉμˉι ὁριστικὰ τροπῇ τοῦ ˉμ εἰς ˉς ποιοῦσι τὰ τρίτα πρόσωπα, οἷον τίθημι τίθησι, ἵστημι ἵστησι, δίδωμι δίδωσι, ζεύγνυμι ζεύγνυσι· οὕτως οὖν καὶ ἀπὸ τοῦ εἰμί τὸ τρίτον τῶν ἑνικῶν εἰσί ὤφειλεν εἶναι, ἀλλὰ μὴν τὸ εἰσί τρίτον ἑνικὸν οὐκ ἔστιν, ἀλλὰ τρίτον πληθυντικόν· δῆλον οὖν ὅτι οὐδὲ τὸ ἐσσί ἀπὸ τοῦ εἰμί ἐστίν· τοῦ γὰρ τρίτου προσώπου μὴ δυναμένου εἶναι ἀπὸ τοῦ εἰμί, κωλύεται καὶ τὸ δεύτερον εἶναι ἀπὸ τούτου. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ ˉι εἴωθε γίνεσθαι ἐφελκυστικὸν τοῦ ˉν, ἡνίκα ἔχει προηγούμενον τὸ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳδυνάμει μέν, οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν, τὸ γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς, ἐνεργείᾳ δέ, οἷον λέβησι 329 λέβησιν, Αἴασι Αἴασινδιὰ ποίαν αἰτίαν τὸ ἐσσί οὐ γίνεται ἐφελκυ στικὸν τοῦ ˉν, ἔχον προηγούμενον τοῦ ˉι τὸ ˉς, οἷον <Α 176> ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ ἐσσί οὐ γίνεται ἐφελκυστικὸν τοῦ ˉν, ἐπειδὴ ἀπὸ πάθους ἔχει τὸ ˉι· ἢ γάρ, ὡς εἴρηται, ἀπὸ πλεονασμοῦ ἔχει αὐτό, ἢ κατὰ τὸν Φιλόπονον ἀπὸ ὑπερβιβασμοῦ· ἐπειδὴ οὖν ἀπὸ πάθους ἔχει τὸ ˉι, τούτου χάριν οὐκ ἐγένετο ἐφελκυστικὸν τοῦ ˉν. ∆εῖ δὲ ζητῆσαι, πόθεν ἐγένετο τὸ εἶ τὸ σημαῖνον τὸ ὑπάρχεις. <Καὶ λέγουσί τινες, ὅτι ἐκ τοῦ εἴς>, οἷον <δ 611> αἵματός εἰς ἀγα θοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, κατὰ ἀποβολὴν τοῦ ˉς ἐγένετο εἶ. Πρὸς οὓς λέγει ὁ Ἀπολλώνιος, ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ˉς, ὤφειλε τρίτον πρόσωπον εἶναι τὸ εἶ· τὰ γὰρ δεύτερα πρόσωπα ἀποβάλλοντα τὸ ˉς τρίτα γίνονται· πῶς οὖν τὸ εἴς ἀποβάλλον τὸ ˉς καὶ γινόμενον εἶ δεύτερον ἔμεινεν; δεύτερον δέ, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴς, ὤφειλε φυλάξαι τὸν αὐτὸν τόνον, τουτέστιν <ὀξύνεσθαι> ὁμοίως τῷ εἴς· τὰ γὰρ ἀποβάλλοντα τὸ ˉς, ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, <καὶ> τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον πολλάκις πολλάκι, μέχρις μέχρι· δεῖ προσθεῖναι εἰ μὴ χαρακτὴρ κωλύσῃ, διὰ τὸ χωρίς χῶρι, τὸ γὰρ χῶρι βαρύνεται πρὸς