δευτέρου.Τυπησοίμην· ἀπὸ τοῦ τυπήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τυπήσοιο, τυπήσοιτο. ∆υϊκά· τυπησοίμεθον, τυπήσοισθον, τυπησοίσθην. Πληθυντικά· τυπησοίμεθα, τυπήσοισθε, τυπήσοιντο. Μέσου μέλλοντος πρώτου.Τυψοίμην· ἀπὸ τοῦ τύψομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τύψοιο, τύψοιτο. ∆υϊκά· τυψοίμεθον, τύψοισθον, τυψοίσθην. Πληθυντικά· τυψοίμεθα, τύψοισθε, τύψοιντο. Μέσου μέλλοντος δευτέρου.Τυποίμην. Ἰστέον ὅτι ἀπὸ τοῦ τυποῦμαι τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσερχομένου, ἔδει εἶναι τὸ εὐκτικὸν τυ πουίμην διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι, ἀλλ' ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι· καὶ ἐπειδὴ οὔτε τὸ ˉο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ˉι, διὰ τὴν προ λεχθεῖσαν αἰτίαν ἐν τῇ περὶ τοῦ ποιοῖμι καὶ χρυσοῖμι διδασκαλίᾳ, τούτου χάριν ἀπεβλήθη τὸ ˉυ, καὶ γέγονε τυποίμην διὰ τῆς ˉοˉι διφθόγγου 274 τὸ εὐκτικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ τὸ εὐκτικὸν τοῦ δευτέρου μέσου ἀορίστου τυποίμην ἐστίν, καὶ τὸ εὐκτικὸν τοῦ δευ τέρου <μέσου> μέλλοντος ὁμοίως τυποίμην ἐστίν· διακρίνονται δὲ ταῦτα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ τόνῳ· τὸ μὲν γὰρ δεύτερον καὶ τρίτον πρόσωπον τὸ εὐκτικὸν τοῦ δευτέρου ἀορίστου προπαροξύνε ται, οἷον τύποιο τύποιτο, τὸ δὲ δεύτερον καὶ τρίτον πρόσωπον τὸ εὐκτικὸν τοῦ δευτέρου μέλλοντος προπερισπᾶται, οἷον τυποῖο, τυποῖτο. ∆υϊκά· τυποίμεθον, τυποῖσθον, τυποίσθην. Πληθυντικά· τυποί μεθα, τυποῖσθε, τυποῖντο· εἴρηται. Μετ' ὀλίγον μέλλοντος.Τετυψοίμην· ἀπὸ τοῦ τετύψομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος· διὰ τοῦτο δὲ οὐκ ἀποβάλλει ὁ μετ' ὀλίγον μέλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, ἐπειδὴ τὴν ἄρχουσαν τοῦ παρακειμένου ἔχει, οἷον τέτυψαι <τετύψομαι>, ὁ δὲ παρακείμενος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· εἰ ἀπεβλήθη οὖν ἡ ἄρχουσα τοῦ μετ' ὀλίγον μέλλοντος, εὑρίσκετο ἡ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλ λομένη, ἅτε δὴ ἡ αὐτὴ οὖσα, ὅπερ ἐστὶν ἀδύνατον. Τετύψοιο, τετύ ψοιτο. ∆υϊκά· τετυψοίμεθον, τετύψοισθον, τετυψοίσθην. Πληθυντικά· τετυψοίμεθα, τετύψοισθε, τετύψοιντο· εἴρηται. Περὶ ὑποτακτικῶν.Λέγει ὁ τεχνικός, ὅτι αἱ ἄλλαι τῶν ἐγκλίσεων μοναδικὴν ἔχουσαι τὴν σημασίαν ἐξ αὐτῆς ὀνομάζονται, οἷον ἡ ὁριστικὴ ἐκ τοῦ μόνως ὁρίζειν, ἡ προστακτικὴ ἐκ τοῦ προστάττειν, ἡ εὐκτικὴ ἀπὸ τοῦ εὔχε σθαι, ἡ ἀπαρέμφατος ἐκ τοῦ μὴ παρεμφαίνειν, ἤγουν ἐκ τοῦ μήτε πρόσωπα σημαίνειν μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· ἡ μέντοι ὑπο τακτικὴ ποικίλας ἔχουσα σημασίας, ὡς δειχθήσεται, οὐκ ἠδυνήθη ἀπὸ μιᾶς τούτων ὀνομασθῆναι, ἀλλ' ἀπὸ τῆς συντάξεως ἔλαβε τὴν ὀνομα σίαν· καὶ λέγεται ὑποτακτικὴ ἐκ τοῦ ὑποτάττεσθαι ἑνὶ τούτων τῶν 275 συνδέσμων, φημὶ δὴ τῷ ἵνα, τῷ ὅφρα, τῷ ὅπως, τῷ ἐάν, τῷ ἄν, τῷ μή ἀπαγορευτικῷ ἐπιρρήματι, τῷ ὅταν ἐπιρρήματι καὶ αὐτῷ μετὰ συν δέσμου, ἐνίοτε δὲ καὶ τῷ ὄφρα αἰτιολογικῷ συνδέσμῳ, καὶ τῷ ἕως ἐπιρρήματι χρονικῷ, ἡνίκα μεθ' ἑαυτῶν ἔχουσι καὶ ἑτέρους συνδέσμους, οἷον <Α 81, 82> εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, καὶ ἕως οὗ αὐγάσῃ τὸ φῶς. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι τὰ ὑποτακτικὰ ἓξ ἔχουσιν ὀνομασίας, τρεῖς ἀπὸ τῆς σημασίας, καὶ δύο ἀπὸ τῆς συντάξεως, καὶ μίαν ἀπὸ τῆς φωνῆς. Καὶ ἀπὸ μὲν τῆς σημασίας λέγονται ἀποτελεστικὰ καὶ αἰτιολογικὰ καὶ δι στακτικά· καὶ ἀποτελεστικὰ μέν, οἷον δός μοι τὸ βιβλίον ἵνα ἀναγνῶ, τουτέστιν ἵνα ἀποτελέσω τὴν ἀνάγνωσιν· αἰτιολογικὰ δέ, οἷον ἵνα τιμηθῶ ἐλυπήθης, αἰτίαν γὰρ σημαίνει· διστακτικὰ δέ, οἷον ἐὰν λού σωμαι ὑγιαίνω, δισταγμὸν γὰρ σημαίνει· οὐ πάντως γὰρ ἀλλ' ἐὰν λούσηται ὑγιαίνει. Ἀπὸ δὲ τῆς συντάξεως ὑποτακτικὰ καὶ ἐπιζευκτικὰ καλοῦνται· καὶ