προσώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρεωστημένον ˉα, οἷον τύψασκε ποιήσασκε. Ταῦτα μὲν οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποιοῦσι διὰ τοῦ ˉσˉκ, οἷον τύπτεσκον χαίρεσκον, ὡς τὸ <Σ 259> χαίρεσκον γὰρ ἔγωγε, καὶ τύπτεσκες καὶ χαίρεσκες. 145 Λέγει δὲ ὁ Ἅβρων, ὅτι εἴ τι προσλαμβάνουσι ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλουσι κατὰ τὴν ἀρχήν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτεσκεν, ἀποβάλλοντες ἐκ τῆς ἀρχούσης συλλαβὴν καὶ προστι θέντες κατὰ τὸ τέλος· διὰ τοῦτο δὲ τὸ ἔτυπτεν ἐν τῷ τύπτεσκεν ἀπο βάλλει τὸ ˉε τὸ τῆς ἀρχούσης, ἐπειδὴ τὰ ποιητικὰ <ἢ> Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον ἔτυπτε τύπτε, ὡς τὸ <Φ > τύπτε δ' ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν, ἦγεν ἄγεν, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, πρὸς τὴν ἄγων μετοχήν, ἥψατο ἅψατο, οἷον <Ψ 666> ἅψατο δ' ἡμιόνων, πρὸς τὴν ἁψάμενος μετοχήν, ἤκουσα ἄκουσα πρὸς τὴν ἀκούσας μετοχήν, ὡς τὸ <Α 396> πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα. ∆ιὰ τοῦτο <δὲ> εἶπον ταῖς ἰδίαις μετοχαῖς καὶ οὐ τοῖς ἰδίοις ἐνεστῶσιν, διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ τῇ εἰπών μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι, ἔπω γάρ ἐστιν ὁ ἐνεστώς (ἐξ οὗ τὸ ἔννεπε). Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ ποιητικὰ <ἢ> Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὁ ἐνεστὼς ἔχει ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα· ὁ γὰρ λέγων γράφω τὸ μὲν ἔχει παρελθὸν καὶ γραφέν, τὸ δὲ ἐνιστάμενον καὶ γραφόμενον, τὸ δὲ μέλλον γράφεσθαι· ἐπειδὴ οὖν ὁ ἐνεστὼς ἔχων ἐν ἑαυτῷ <καὶ τὸν ἐνεστῶτα καὶ> τὸν παρῳχημένον καὶ τὸν μέλλοντα, ἔχει τὸν μέλλοντα συναρχόμενον ἑαυτῷ, οἷον τύπτω τύψω, γράφω γράψω, λέγω λέξω, τούτου χάριν ἵνα καὶ ὁ παρῳχημένος συνάρχηται τῷ ἐνεστῶτι, ποιοῦσιν οἱ Ἴωνες καὶ οἱ ποιηταὶ συναρχο μένους τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς, οἷον <Φ > τύπτε δ' ἐπιστροφάδην, τύπτω γὰρ καὶ τύπτων, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἄγω γὰρ καὶ ἄγων. Ἔτυπες, ἔτυπε. ∆υϊκά· ἐτύπετον, ἐτυπέτην. Πληθυντικά· ἐτύπομεν, ἐτύπετε, ἔτυπον. Μέλλων πρῶτος.Τύψω. Ἐνταῦθα περὶ τοῦ πρώτου μέλλοντος διαλαμβάνει· καὶ ἰστέον, ὅτι πᾶς μέλλων ἐνεργητικὸς ὁριστικὸς ἑνικὸς πρώτου προσώπου εἰς ˉω λήγει, οἷον τύψω ποιήσω νοήσω βοήσω χρυσώσω στήσω θήσω· πρόσκειται ἐνεργητικός διὰ τοὺς παθητικοὺς μέλλοντας, οὗτοι γὰρ εἰς ˉμˉαˉι λήγου σιν, οἷον τυφθήσομαι τυπήσομαι· καὶ συνάρχεται τῷ ἐνεστῶτι, οἷον γράφω γράψω, λέγω λέξω, ἄγω ἄξω, ὀρθῶ ὀρθώσω, ἐλεῶ ἐλεήσω, εὑρῶ εὑρήσω. ∆εῖ προσθεῖναι χωρὶς τοῦ τρέφω θρέψω <καὶ τοῦ τρέχω θρέξω> καὶ τοῦ ἔχω ἕξω διαλλάξαντος κατὰ τὸ πνεῦμα· τὸ μὲν γὰρ ἔχω 146 ψιλοῦται, τὸ δὲ ἕξω δασύνεται· καὶ χωρὶς τῶν εἰς ˉμˉι τῶν ἐχόντων ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ˉι· ταῦτα γὰρ ἀποβάλλουσι τὸν ἀνα διπλασιασμὸν κατὰ τὸν μέλλοντα, οἷον τίθημι θήσω, ἵστημι στήσω, ἵημι ἥσω καὶ ἀφήσω, κίχρημι χρήσω, πίμπλημι πλήσω, πίμπρημι πρήσω, δίδωμι δώσω· τὸ γὰρ βίωμι βιώσω (ἐξ οὗ τὸ ἐβίων) οὐκ ἀποβάλλει τὴν ˉβˉι συλ λαβὴν κατὰ τὸν μέλλοντα, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ διπλασιασμοῦ, ἀλλ' ἐκ τοῦ βιόω γέγονεν. Ἔτι δεῖ προσθεῖναι, καὶ χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας διὰ τὸ κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, κτείνω κτενῶ, τείνω τενῶ, τίλλω τιλῶ, ῥαίνω ῥανῶ καὶ αἴρω ἀρῶ· ἐπειδὴ γὰρ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, καὶ τῷ λόγῳ τῆς παραληγούσης συνεστάλησαν κατὰ τὸν μέλλονταὡς γὰρ μετ' ὀλίγον εἰσόμεθα, ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνουτούτου χάριν ἔδοξαν <μὴ> ἔχειν τὴν αὐτὴν ἄρχουσαν [ἐν] τῷ ἐνεστῶτι κατὰ τὸν μέλλοντα. Ταῦτα μὲν ἐν τούτοις.
Ἔλθωμεν δὲ καὶ ζητήσωμεν, διατί τοῦ τρέφω θρέψω ἦν ὁ μέλλων καὶ τοῦ τρέχω θρέξω. Καὶ λέγομεν, ὅτι ἰωνικῶς ἔτρεψαν τὸ ˉτ τὸ ψιλὸν εἰς τὸ ἀντίστοιχον τὸ δασὺ τὸ ˉθ, καὶ γεγόνασι θρέψω καὶ θρέξω· οἱ γὰρ Ἴωνες ἔθος ἔχουσι καὶ τὰ παρ'