λαβέ γὰρ καὶ ἰδέ λέγουσιν ὀξυτόνως. Τὰ δὲ κατὰ διάλεκτον οὐ θέλομεν συναριθμεῖν, ἐπειδὴ πολλὰ εὑρίσκομεν, καὶ μάλιστα παρὰ τοῖς ∆ωριεῦσι, κατὰ πάθος ὀξυνόμενα· τὸ γὰρ δασμο φορεῖν ἀποβάλλει τὸ ˉι παρὰ τοῖς ∆ωριεῦσι καὶ γίνεται ἐν ὀξείᾳ τάσει δασμοφορέν· δασμοφορεῖν δέ ἐστι <τὸ φέρειν> τὰ δημόσια· τοιοῦτοι δέ εἰσιν οἱ ∆ωριεῖς, λέγω δὴ πολλάκις εὑρίσκονται ἀποβάλλοντες τῆς ˉεˉι διφθόγγου τὸ ˉι, οἷον συρίζεις συρίσδες, ὡς παρὰ Θεοκρίτῳ <1, 2> ἁδὺ δὲ καὶ τύ Συρίσδες. Τύπτεις. Λέγει ὅτι πᾶν πρωτον πρόσωπον εἰς ˉω λῆγον ἀμοιβῇ ἤγουν τροπῇ τοῦ ˉω εἰς ˉεˉιˉς τὸ δεύτερον πρόσωπον 26 ποιεῖ, οἷον κόπτω κόπτεις, λέγω λέγεις, γράφω γράφεις, ἀείδω ἀείδεις· ὁ δὲ λόγος δηλονότι περὶ τῶν ὁριστικῶν, περὶ ὧν ὁ τεχνικὸς σκοπὸν ἔχει διαλαβεῖν· τοῦτο δὲ εἴρηται διὰ τὰ ὑποτακτικά· ἰδοὺ γάρ ἐστιν ἐὰν κόπτω ἐὰν κόπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς· ἰδοὺ τούτων τὰ δεύτερα διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται, καὶ οὐ διὰ τῆς ˉεˉι διφθόγγου τῆς διὰ τοῦ ˉε καὶ ˉι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉω λήγοντα ῥήματα καὶ τὰ εἰς ˉμˉι θέλουσιν ἔχειν τὸ δεύτερον πρόσωπον εἰς ˉς καταλῆγον· καὶ τὰ μὲν εἰς ˉω ἔχου σιν ἰσοσύλλαβον τὸ δεύτερον πρόσωπον τῷ ἰδίῳ πρώτῳ προσώπῳ καὶ διὰ τῆς ˉεˉι διφθόγγου ἐκφερόμενον τὸ δεύτερον πρόσωπον ἐν τοῖς ὁριστικοῖς· ὁμοίως δὲ καὶ ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περι σπωμένων ἐν τῷ ἐνεστῶτι διὰ τῆς ˉᾳ διφθόγγου ἐκφέρεται τὸ δεύτερον πρόσωπον, προσγραφομένου μὲν τοῦ ˉι μὴ συνεκφωνουμένου δέ, οἷον γελῶ γελᾷς γελᾷ, ὁρῶ ὁρᾷς ὁρᾷ, νικῶ νικᾷς νικᾷ· πρόσκειται ἐν τῷ ἐνεστῶτι διὰ τὸν μέλλοντα, βοήσω γὰρ βοήσεις καὶ γελάσω γελάσεις διὰ τῆς ˉεˉι διφθόγγου καὶ οὐ διὰ τῆς ˉᾳ. Ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων διὰ τῆς ˉοˉι διφθόγγου ἐκφέρεται τὸ δεύτερον πρόσωπον ἐν τῷ ἐνεστῶτι, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, στεφανῶ στεφανοῖς στεφανοῖ, γυψῶ γυψοῖς γυψοῖ· πρόσκειται ἐν τῷ ἐνεστῶτι διὰ τὸν μέλλοντα, χρυσώσω γὰρ χρυσώσεις διὰ τῆς ˉεˉι διφθόγγου καὶ οὐ διὰ τῆς ˉοˉι. Ἐπὶ μέντοι τῶν ἄλλων περισπω μένων, τουτέστι τῶν ἄλλου χρόνου ὄντων, λέγω δὴ τοῦ μέλλοντος χρόνου, διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται τὸ δεύτερον πρόσωπον, οἷον κερῶ κερεῖς, τελῶ τελεῖς, ῥανῶ ῥανεῖς, τυπῶ τυπεῖς. Τὰ μέντοι ὑπο τακτικὰ διὰ τοῦ ˉη καὶ ˉι ἔχουσι τὸ δεύτερον πρόσωπον ἐκφερόμενον, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς, ἐὰν νοῶ ἐὰν νοῇς, χωρὶς τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων· ἐκεῖναι γὰρ ὁμοφω νοῦσι τοῖς ἰδίοις ὁριστικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, <γελῶ γελᾷς γελᾷ>, ἐὰν γελῶ ἐὰν γελᾷς ἐὰν γελᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, <ἐὰν ὀρθῶ ἐὰν ὀρθοῖς ἐὰν ὀρθοῖ>. Οἱ μέντοι ∆ωριεῖς καὶ οἱ Αἰολεῖς τρέπουσι τὴν ˉεˉι δίφθογ γον εἰς ˉη, οἷον λέγεις λέγης, οἱ δὲ ∆ωριεῖς ἔστιν ὅτε τὸ ˉι ἀπο βάλλουσιν ἐκ τῆς ˉεˉι διφθόγγου, οἷον συρίζεις συρίσδες, ὡς παρὰ Θεοκρίτῳ <1, 2> ἁδὺ δὲ καὶ τύ Συρίσδες. Τὰ μέντοι εἰς ˉμˉι καὶ αὐτὰ ἔχοντα τὸ δεύτερον πρόσωπον εἰς ˉς καταλῆγον, οἷον τίθημι τίθης, ἔχουσι διαφορὰν τοιαύτην πρὸς τὰ εἰς ˉω, ὅτι ἐνδέον ἔχουσι τὸ δεύτερον πρόσωπον τοῦ πρώτου προσώπου μιᾷ συλλαβῇ, καὶ ὅτι δι' 27 ἑνὸς φωνήεντος ἐκφερόμενον ἔχουσι τὸ δεύτερον πρόσωπον, οἷον τίθημι τίθης, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς. ∆ιὰ τοῦτο σημειούμεθα τὸ φῄς ἔχον τὸ ˉι προσγεγραμμένον, ἀπὸ γὰρ τοῦ φημί γέγονε τροπῇ τῆς ˉμˉι εἰς ˉς· ὤφειλε οὖν χωρὶς τοῦ ˉι εἶναι, ἀλλ' ἡ παράδοσις βούλεται ἔχειν αὐτὸ τὸ ˉι προσγεγραμμένον. Τὸ δὲ εἴς τὸ σημαῖνον τὸ ὑπάρχεις καὶ τὸ εἶς τὸ σημαῖνον τὸ πορεύῃ ἀπὸ τοῦ πρώτου προσώπου ἔχει τὴν ˉεˉι δίφθογγον· ἔστι γὰρ πρῶτον πρόσωπον τὸ εἰμί τὸ ὑπάρχω, <ι 19> εἰμὶ δ' Ὀδυσεὺς Λαερτιάδης· τοῦτο κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον εἴς, οἷον <δ 611> αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ' ἀγορεύεις, ἀντὶ τοῦ ὑπάρχεις, καὶ λοιπὸν ἐκεῖθεν ἔσχε τὴν ˉεˉι δίφθογγον· ὁμοίως δὲ καὶ τὸ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι βαρυτονούμενον, <β 318> εἶμι μέν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται, κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉς τὸ δεύτερον ποιεῖ