διαθέσεως σπανίζουσιν· εἰς ˉε γὰρ οὐκ ἠδύ ναντο γενέσθαι, ἐπειδὴ οὐκ ἐστὶ τὸ ˉε γνήσιον τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ τοῦ παρακειμένου· ὤφειλε γὰρ εἶναι τέτυφα τὸ τρίτον πρόσωπον, ἐπειδὴ τὸ δεύτερον τέτυφας ἐστίν· πᾶν δὲ δεύτερον πρόσ ωπον <εἰς ˉς λῆγον>, ὡς εἴρηται, ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε· οὕτως οὖν καὶ τέτυφας τέτυφα ὤφειλεν εἶναι τὸ τρίτον πρόσωπον, ἀλλ' ἐπειδὴ οὐκ ἐνεδέχετο τρίτον πρώτῳ ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, καὶ γέγονε τέτυφε. Ἀλλ' οὔτε δὲ εἰς ˉα ἠδύνατο εἶναι τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ τὸ ˉα τοῦ παρακειμένου συνεσταλμένον ἐστίν, οἷον τέτυφα πεποίηκα, τὰ δὲ εἰς ˉα λήγοντα προστακτικά, μὴ ὄντα κατὰ ἀποκοπήν, ὡς εἰρήκαμεν, μακροκαταληκτεῖν θέλουσιν, οἷον βόα γέλα πέρα τίμα τρύφα. Ἀλλ' οὔτε δὲ εἰς ˉθˉι ἠδύνατο εἶναι, ἐπειδὴ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὐκ ἔχει αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος· ἐκεῖνα δὲ ἔχουσι τὸ προστακτικὸν εἰς ˉθˉι, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυπείς τυπέντος τύπηθι, δαρείς δαρέντος δάρηθι, νυγείς νυγέντος νύγηθι, γνούς γνόντος γνῶθι. Ἀλλ' οὔτε δὲ εἰς ˉοˉν δύναται εἶναι τὸ προστακτικὸν τοῦ παρακειμένου Συρρακουσίῳ ἔθει, ἐπειδὴ οἱ Συρρακούσιοι ἐπὶ τοῦ ἀορίστου μόνου τοῦτο ποιοῦσιν, οἷον ἄνελε ἄνελον, λάβε λάβον, νύγε νύγον, οὐ μὴν καὶ ἐπὶ τοῦ παρακειμένου, ἵνα κατὰ μίμησιν τῶν Συρρακουσίων γένηται εἰς ˉοˉν τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Μὴ δυνάμενα οὖν τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως μήτε εἰς ˉε εἶναι, μήτε εἰς ˉα, μήτε 241 εἰς ˉθˉι, μήτε εἰς ˉοˉν, ἐξ ἀνάγκης σπανίζουσιν, καὶ τούτου χάριν σπανίως εὑρίσκονται ἐν χρήσει. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διάφοροι δόξαι γεγόνασι περὶ τῶν εἰς ˉοˉν προστακτι κῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος. Τινὲς μὲν γάρ φασιν, ὅτι Συρρακουσίων ἐστὶν ἰδίωμα τὸ τύψον καὶ ποίησον, καὶ ἁπλῶς ἡ εἰς ˉοˉν κατάληξις, ἤγουν ∆ωριέων· οἱ γὰρ Συρρακούσιοι ∆ωριεῖς εἰσιν. Ἄλλοι δὲ λέγουσιν, ὅτι οὐκ ἔστιν ἡ εἰς ˉοˉν κατάληξις Συρρακουσίων ἰδίωμα, ἀλλὰ κοινῆς κυρίως ἐστὶ διαλέκτου· καὶ ἐκέχρηντο οἱ μὲν λέγον τες, ὅτι κοινῆς εἰσι διαλέκτου τὰ εἰς ˉοˉν προστακτικὰ τοῦ πρώτου ἀορί στου καὶ μέλλοντος, τοιούτοις ἐπιχειρήμασιν· τὰ τῶν διαλέκτων οὐκ ἐπικρατοῦσι καθόλου ἐν ὅλῳ τῷ εἴδει, ἀλλ' ἢ καὶ τὰ κοινὰ αὐτῶν εὑρί σκονταιἰδοὺ γὰρ τὸ Παπίας Παπία καὶ Αἰνείας Αἰνεία ∆ωρίδος εἰσὶ διαλέκτου, καὶ ὅμως εὑρίσκονται καὶ τὰ κοινὰ αὐτῶν, οἷον Παπίου καὶ Αἰνείου, καὶ πάλιν τὸ Πάρις Πάριος καὶ Θέτις Θέτιος Ἰωνικά εἰσιν, καὶ ὅμως εὑρίσκονται καὶ τὰ κοινὰ αὐτῶν, οἷον Πάριδος <καὶ> Θέτι δοςἢ ἐὰν ἐπικρατήσῃ τι ἀπὸ διαλέκτου, οὐκ ἐν ὅλῳ τῷ εἴδει ἐπι κρατεῖ τὸ τοιοῦτον σχῆμα, ὡς ἐπὶ τοῦ ζῇς· τοῦτο γὰρ ἀπὸ ∆ωρίδος διαλέκτου ἐπεκράτησε κατὰ κοινὴν διάλεκτον, καὶ ὅμως τὸ τοιοῦτον σχῆμα οὐκ ἐπεκράτησεν ἐν ὅλῳ τῷ εἴδει· τῶν γὰρ ὁμοίων εὑρέθησαν τὰ κοινά, οἷον βοᾷς γελᾷς ὁρᾷς, εἰ καὶ τούτου τὸ κοινὸν μὴ εὑρέθη. Εἰ ἄρα οὖν ἡ εἰς ˉοˉν κατάληξις τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος ἐν ὅλῳ τῷ εἴδει ἐπικρατεῖὅλα γὰρ τὰ προστακτικὰ τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ καὶ τοῦ πρώτου μέλλοντος εἰς ˉοˉν λήγουσιν, οἷον τύψον ποίησον νόησον γράψον λάλησον λῦσον δηλονότι κοινῆς εἰσι διαλέκτου· εἰ γὰρ ἦσαν Συρρακουσίων, ἢ καὶ τὰ κοινὰ αὐτῶν ὤφειλον εὑρεθῆναι, εἰ καὶ ἐπεκράτησαν κατὰ κοινὴν διάλεκτον, ἢ ἐν μιᾷ τυχὸν λέξει ἢ ἐν δύο ὤφειλεν ἐπικρατῆσαι τὸ τοιοῦτον σχῆμα, καὶ μὴ ἐν ὅλῳ τῷ εἴδει ὥστε οὖν κοινῆς εἰσι διαλέκτου καὶ οὐ Συρρακουσίων. Ἄλλως τε δέ, φασί, φαίνεται ὁ ποιητὴς κεχρημένος τοῖς εἰς ˉοˉν προστακτικοῖς τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος, ὡς ἐπὶ τοῦ <Ε 830> τύψον δὲ σχεδίην, ἀντὶ τοῦ τύψον ἐκ τοῦ σύνεγγυς, καὶ <Ρ 646> ποίησον δ' αἴθρην,