πονήσω καὶ πονέσω· τοῦτο δὲ πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν παραλήγουσαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶς ἢ σωματικῶς πονεῖ, καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ˉε δεῖ λέγειν, εἰ δὲ ψυχικῶς, πονήσω διὰ τοῦ ˉη· <διὰ τοῦτο> σημειούμεθα παρὰ Ἀριστοφάνει <τὸ><Pac. 8> ἔγωγέ τοι πεπό νηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν <διὰ τοῦ ˉη ἐξηνέχθη>. Ταῦτα μὲν περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων. Περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ἰστέον ὅτι ὁ μέλλων τῆς δευ τέρας συζυγίας τῶν περισπωμένων ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉα, οἷον βοήσω ἐάσω, καὶ τῷ ˉα ἢ μακρῷ ἢ βραχεῖ· καὶ ἡνίκα μέν ἐστι τὸ ˉλ πρὸ τοῦ ˉα κατὰ τὸν μέλλοντα, συνεσταλμένον ἐστίν, οἷον γελῶ γελάσω, κλῶ κλάσω, θλῶ θλάσω, ἡνίκα δέ ἐστι πρὸ τοῦ ˉα τὸ ˉρ, ἢ καθαρὸν τὸ ˉα, τότε τὸ ˉα μακρόν ἐστιν, οἷον γηρῶ γηράσω, φυρῶ φυράσω, περῶ περάσω <ἐπὶ τοῦ παρελθεῖν>· τὸ γὰρ περάσω ἐπὶ τοῦ πωλήσω βραχὺ ἔχει τὸ ˉα, οἷον <Φ 102> Τρώων καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασσα, ἀνεδιπλασιάσθη γὰρ τὸ ˉς διὰ τὴν βραχεῖαν· καὶ μήποτε ὡς ἀπὸ τοῦ περάζω ἐστίν, ὥσπερ ἀγοράζω ἀγοράσω· τὸ κερά<σω> ἔχον πρὸ τοῦ ˉα τὸ ˉρ καὶ συστέλλον τὸ ˉα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κερῶ κερᾷς, ἀλλ' ὡς ἀπὸ τοῦ κε<ράζω>, ὡς ἀπὸ τοῦ ἀγοράζω ἀγοράσω. Ταῦτα μὲν περὶ τῶν ἐχόντων πρὸ τοῦ ˉα τὸ ˉρ· τῶν δὲ ἐχόντων τὸ ˉα καθαρὸν ἔ<στωσαν παραδείγματα ταῦτα>, ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀγωνιῶ ἀγωνιάσω, μειδιῶ μειδιάσω, ἀρο τριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, ἐῶ ἐάσω· <τὸ γὰρ <φ 233> οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιόν ποιητικῶς συνεστάλη· τὸ πεινάσω καὶ διψάσω> μακρὸν ἔχοντα τὸ ˉα καὶ μὴ ἔχοντα πρὸ τοῦ ˉα μήτε τὸ ˉρ μήτε φωνῆεν οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήσω καὶ διψήσω γεγόνασι κατὰ τροπὴν ∆ωρικὴν τοῦ ˉη εἰς ˉα μακρόν. Ταῦτα μὲν ἐν τούτοις. 162 Ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων οὕτως· τὰ ἔχοντα τὸ ˉω καθαρὸν προηγου μένου τοῦ ˉε ἢ τοῦ ˉι τὸν μέλλοντα ἔχουσι διὰ τοῦ ˉα ἐκφερόμενον, οἷον ἐῶ ἐάσω, θεῶ θεάσω (ἐξ οὗ τὸ θεῶμαι καὶ θεάσομαι), ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀροτριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, μειδιῶ μειδιάσω· τὸ ἀλοιῶ ἀλοιάσω ὤφειλεν εἶναι διὰ τοῦ ˉα ὡς παραληγό μενον τῷ ˉι, ἀλλ' ἐγένετο ἀλοιήσω, ὡς παρὰ τῷ ποιητῇ <∆ 522> ἄχρις ἀπηλοίησε (σημαίνει δὲ τὸ ἀλοιῶ τὸ κόπτω)· περὶ οὗ ἀπολογεῖται ὁ Φιλόπονος λέγων, ὅτι ἀλοιάσω ἦν, καὶ ἰωνικῶς ἔτρεψε τὸ ˉα εἰς τὸ ˉη καὶ γέγονεν ἀλοιήσω· πολλάκις γὰρ οἱ Ἴωνες ἔθος ἔχουσι τρέπειν τὸ ˉα εἰς τὸ ˉη, οἷον ἐμίανα ἐμίηνα, ἔφανα ἔφηνα καὶ ἀπέφηνα (ἐξ οὗ τὸ ἀπεφηνάμην), ἀναίδεια ἀναιδείη, οἷον <Α 149> ὤμοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον. Τὸ ἐλεῶ ἐλεήσω τῷ <ˉε παραληγόμενον> καὶ διὰ τοῦ ˉη γενόμενον κατὰ τὸν μέλλοντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, ἀλλὰ πρώτης, <οἷον> <ἐλεῶ ἐλεεῖς· καὶ ὁ> Μένανδρος ἐδήλωσεν εἰπών<fragm. 844>ἐλεεῖται ὁ ποιμὴν καὶ καλεῖται ἡδύτατος· εἰ γὰρ ἦν τῆς δευ τέρας, ἐλεᾶται εἶχεν εἰπεῖν, ὥσπερ ὁρᾶται· εἰ γὰρ κατὰ Αἰολεῖς καὶ Ἴωνας ἐλεῶ ἐλεᾷς ἐστίν, ὥσπερ βοῶ βοᾷς, ἀλλ' οὖν κατὰ κοινοὺς καὶ Ἀττικοὺς ἐλεῶ ἐλεεῖς ἐστίν, ὥσ<περ ποιῶ ποιεῖς>. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ παραληγόμενα τῷ ˉο πέντε εἰσίν· καὶ τὰ μὲν δύο τῷ ˉη παραλήγονται κατὰ τὸν μέλλοντα, οἷον βοῶ βοήσω, γοῶ γοήσω, τὰ δὲ δύο τῷ ˉα, οἷον ἀκροῶ ἀκροάσω (ἐξ οὗ τὸ ἀκροῶμαι καὶ ἀκροάσομαι), μακκοῶ μακκοάσω (μακκοῶ δέ ἐστι τὸ μωραίνω), τὸ δὲ ἓν διφορεῖται, οἷον ἀλοῶ ἀλοᾷς ἀλοάσω <καὶ ἀλοήσω. Τὰ δὲ παρα ληγόμενα> τῷ ˉυ ὀλίγα εἰσίν, ἅπερ διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ἐγγυῶ ἐγγυήσω (ἐξ οὗ τὸ ἐγγυῶμαι καὶ ἐγγυήσομαι), λυῶ λυήσω (λυῶ δέ ἐστι τὸ στασιάζω), δυῶ δυήσω (σημαίνει δὲ τὸ δυστυχῶ)· τὸ δὲ ἰχθυῶ οὐκ ἔχει μέλλοντα <ἐν χρήσει>. Οὐκ ἔχομέν τινα ἔχοντα καθαρὸν τὸ ˉω καὶ παραληγόμενα τῷ ˉη ἢ τῷ ˉα ἢ τῷ ˉω· καὶ τοῦτο