ὁριστικόν, ἔχον ἐν τῷ τρίτῳ προσώπῳ τὸ ˉτ κλιτικόν, τρέπον τὴν τελευ ταίαν συλλαβὴν εἰς ˉθˉαˉι καὶ τὴν κατ' ἀρχὰς κλιτικὴν ἔκτασιν ἀποβάλλον, δηλονότι χωρὶς τοῦ παρακειμένου, τὸ ἴδιον ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ ἐν τῷ παθητικῷ ὁριστικῷ ἢ τῷ μέσῳ, τὸ ˉς προσλαμβάνει τὸ ἀπαρέμφατον, οἷον τύπτεται τύπτεσθαι, ἐτύψατο τύψα σθαι, ἐτύπετο τυπέσθαι, ἐλάβετο λαβέσθαι, ἐποιήσατο ποιήσασθαι, τυφθή σεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, τύψεται τύψεσθαι· εἰ δὲ συμφώνῳ παραλήγεται, φυλάττεται τὸ σύμφωνον καὶ ἐν τῷ ἀπαρεμ φάτῳ, οἷον κέκαρται κεκάρθαι, ἔσπαρται ἐσπάρθαι, τέτιλται τετίλθαι, μεμίανται μεμιάνθαι, μεμόλυνται μεμολύνθαι, χωρὶς εἰ μή πω ψιλὸν εὑρεθῇ· τότε γὰρ διὰ τὴν ἀσυνταξίαν εἰς τὸ ἀντίστοιχον τὸ δασὺ τρέ πεται, οἷον νένυκται νενύχθαι, τέτυπται τετύφθαι, λέλεκται λελέχθαι, γέγραπται γεγράφθαι, ἔρραπται ἐρράφθαι· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, <οἷον κτύπος> πτῶσις φθόνος χθών ὀγδόη ἑβδομάς. Ταῦτα μὲν ἐν τούτοις.
Πρόσκειται δὲ ἐν τῷ κανόνι χωρὶς τοῦ παρακειμένου δηλονότι, ἐπειδὴ ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλι τικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτοῦ ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλκέναι ἔσταλκε σύ ἐστάλκοιμι ἐὰν ἐστάλκω· τὸ δὲ δέχθαι, οἷον <Α 23. 377> ἀγλαὰ δέχθαι ἄποινα, καὶ τὸ βλῆσθαι, οἷον <∆ 115> πρὶν βλῆσθαι Μενέλαον, πεπονθότα εἰσίν, ἀφαίρεσιν γὰρ πεπόνθασιν, τὸ γὰρ ἀνάλογον αὐτῶν δεδέχθαι καὶ βεβλῆσθαι ἐστίν. Εἰ δέ τις εἴποι, διατί τὸ ἀπαρέμφατον τοῦ μετ' ὀλίγον μέλλοντος, φημὶ δὴ τὸ τετύψεσθαι, οὐκ ἀπέβαλε τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, λέγομεν, ὅτι τοῦτο τὴν ἄρχουσαν τοῦ παρακειμένου ἔχει, ἐξ αὐτοῦ γὰρ κανονίζεται, ὡς δέδεικται ἐν τῇ περὶ τούτου διδασκαλίᾳ· ὁ δὲ παρακείμενος, ὡς εἴρηται, οὐδαμοῦ 226 ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι ἔχον τὸ ˉτ κλιτικόν διὰ τὸ τύπτει· τοῦτο γὰρ ἔχει τὸ ˉτ καὶ οὐ ποιεῖ εἰς ˉθˉαˉι τὸ ἀπαρέμφατον, τύπτειν γάρ ἐστι τὸ ἀπαρέμφατον τούτου· τὸ γὰρ τύπτεσθαι τοῦ τύπτεται ἐστίν· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν τοῦτο, φημὶ δὴ τὸ τύπτει, ἐπειδὴ οὐκ ἔχει τὸ ˉτ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ θέματος, ἤγουν ἀπὸ τοῦ ἐνεστῶτος, ἔχει αὐτό, τύπτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ ˉτ· ἀλλ' οὔτε δέ ἐστι παθητικὸν ἢ μέσον ἀλλ' ἐνεργητικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πᾶν ἀπαρέμφατον εἰς ˉθˉαˉι λῆγον ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ, οἷον τύπτεται τύπτεσθαι, βοᾶται βοᾶσθαι, χρυσοῦται χρυσοῦσθαι, τυφθήσεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, ἔρχεται ἔρχεσθαι, ἐτύψατο τύψασθαι, ἐποιήσατο ποιήσασθαι, τύψεται τύψεσθαι, χωρὶς τῶν εἰς ˉθˉαˉι ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου· ταῦτα γὰρ οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, ἀλλὰ πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον πεποίηται πεποιῆσθαι, νενόηται νενοῆσθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέσθαι, ἐνύγετο νυγέσθαι, ἐλάβετο λαβέ σθαι, ἵκετο ἱκέσθαι, ἀφίκετο ἀφικέσθαι. Σεσημείωται τὸ ἔρεσθαι δευτέρου μέσου ἀορίστου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἐξηκο λούθησε τῷ δέρεσθαι καὶ φέρεσθαι καὶ στέρεσθαι, ἅτινά εἰσιν ἐνεστῶτος καὶ παρατατικοῦ· καὶ ἐκ τοῦ ἐναντίου δὲ σεσημείωται τὸ λιτέσθαι ἐνεστῶ τος καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον, οἷον <Π 47> οἷ τ' αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι, ἀντὶ τοῦ ἱκετεύειν· ὤφειλε γὰρ προπαροξύνεσθαι ὁμοίως τῷ ἰδίῳ ὁριστικῷ τῷ λίτεται· ἀλλ', ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ἠκολούθησε τῷ λιπέσθαι ἱκέσθαι θέσθαι ἰδέσθαι, ἅτινά εἰσι δευτέρου μέσου ἀορίστου. Σεσημείωται τὸ ἐγρήγορθαι, οἷον <Κ 67> ἐγρήγορθαι ἄνωχθι, ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὗ λέγει ὁ Ἡρωδιανὸς ἐν τῇ