συζυγίᾳ τῶν περισπωμένων κλίνεται. Ταῦτα μὲν ἐν τούτοις· ἐν οἷς σὺν θεῷ <πεπλήρωνται> τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως. 170 Ὁριστικὰ παθητικά χρόνου ἐνεστῶτος.Τύπτομαι· πᾶς ἐνεστὼς ὁριστικὸς <εἰς ˉω λήγων> ἀμοιβῇ τοῦ ˉω εἰς ˉο καὶ προσθήκῃ τῆς ˉμˉαˉι τὸ παθητικὸν ποιεῖ, λέγω λέγομαι.
Κανονίσας ὁ τεχνικὸς τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως μετέρχεται νῦν καὶ κανονίζει τὰ παθητικά· διαλαμβάνει δὲ καὶ περὶ τῶν λοιπῶν χρόνων τῆς μέσης διαθέσεως, ἀορίστου φημὶ καὶ μέλλοντος· περὶ δὲ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς μέσης διαθέσεως ἐν τοῖς ἐνεργητικοῖς διέλαβεν· καὶ περὶ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῆς μέσης διαθέσεως ἤδη εἰρήκαμεν, ὅτι οἱ αὐτοί εἰσι τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς τῆς παθητικῆς διαθέσεως, ἀλλ' ἐκ τῆς συντάξεως διακρί νονται· τὸ γὰρ κολάζομαι καὶ βιάζομαι πρὸς τὴν σύνταξιν ἔχουσι καὶ τὴν διάθεσιν· εἰ μὲν γὰρ εἴπωμεν κολάζομαι ὑπὸ σοῦ καὶ βιάζομαι ὑπὸ σοῦ, παθητικά εἰσιν, εἰ δὲ κολάζομαί σε καὶ βιάζομαί σε, μέσα. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸν ἐνεστῶτα τῆς παθητικῆς διαθέσεως οὕτως· πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ˉω λήγων τροπῇ τοῦ ˉω εἰς ˉο καὶ προσθήκῃ τῆς ˉμˉαˉι παθητικὸς γίνεται, οἷον τύπτω τύπτομαι, γράφω γράφομαι, λέγω λέγομαι, βιάζω βιάζομαι, κολάζω κολάζομαι· τὰ δὲ περισπώμενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον <ποιέω ποιέομαι καὶ κατὰ κρᾶσιν> τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς· καὶ πάλιν βοάω βοάομαι καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω βοῶμαι, <ὥσπερ ἐλούσαο ἐλούσω· καὶ πάλιν χρυσόω χρυσόομαι καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο> εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦμαι, ὥσπερ νόος νοῦς. <Πρόσκειται ἐν τῶ κανόνι τὸ ὁριστικός, οἷον πᾶς ἐνεστὼς> ὁριστι κός, διὰ τοὺς ὑποτακτικοὺς ἐνεστῶτας· οἱ γὰρ ὑποτακτικοὶ ἐνεργητικοὶ ἐνεστῶτες οὐ τρέπουσι τὸ ˉω εἰς ˉο ἐν τοῖς παθητικοῖς ἐνεστῶσιν, ἀλλὰ φυλάττουσιν αὐτό, οἷόν ἐστιν ὁ ἐνεργητικὸς ἐνεστὼς ὁ ὑποτακτικὸς ἐὰν τύπτω καὶ ὁ παθητικὸς ἐὰν τύπτωμαι διὰ τοῦ ˉω. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καθολικῶς οὕτω κανονίσαι καὶ εἰπεῖν, ὅτι πᾶς ἐνεστὼς ὁριστικὸς καὶ πᾶς μέλλων ὁριστικὸς εἰς ˉω λήγων προσθήκῃ τῆς ˉμˉαˉι ἢ παθητικὸν ἢ μέσον ποιοῦσιν· καὶ ὁ μὲν ἐνεστὼς προσλαμβάνων τὴν ˉμˉαˉι συλλαβὴν παθητικὸν καὶ μέσον ποιεῖ, οἷον τύπτω τύπτομαι ὑπ' αὐτοῦ 171 καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ' αὐτοῦ καὶ βιάζομαι αὐτόν· ὁ δὲ μέλλων προσθήκῃ τῆς ˉμˉαˉι μέσον ποιεῖ, οὐ μὴν παθητικόν, καὶ ὁ μὲν πρῶτος ἐνεργητικὸς μέλλων <πρῶτον μέσον> μέλλοντα, οἷον τύψω τύψομαι, ὁ δὲ δεύτερος ἐνεργητικὸς μέλλων δεύτερον μέσον μέλ λοντα ποιεῖ, οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, σταλῶ σταλοῦμαι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι προσερχομένης τῆς ˉμˉαˉι συλλαβῆς ἢ φυλάττεται τὸ ˉω ἢ τρέπεται εἰς τὸ ˉο ἢ εἰς τὴν ˉοˉυ δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ˉω τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν μόνῳ τῷ ἐνεστῶτι, οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι· πρόσκειται ἐν μόνῳ τῷ ἐνεστῶτι, ἐπειδὴ ἐν τῷ μέλλοντι τρέπει ἡ δευτέρα συζυγία <τῶν περισπωμένων> τὸ ˉω εἰς τὸ ˉο, οἷον βοήσω βοήσομαι, ἀκροάσω ἀκροά σομαι· καὶ ἐν ὅλοις δὲ τοῖς ὑποτακτικοῖς, ὁποίας ἂν εἴη συζυγίας τὸ ῥῆμα ἢ ὁποίου χρόνου, φυλάττεται τὸ ˉω, οἷον ἐὰν τύπτω ἐὰν τύπτω μαι, ἐὰν ποιῶ ἐὰν ποιῶμαι, <ἐὰν βοῶ> ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι. Τρέπεται δὲ τὸ ˉω εἰς τὸ ˉο ἐπὶ ὅλων τῶν βαρυτόνων, εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες, χωρὶς τῶν ὑποτακτικῶν <δηλονότι>, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, τύψω τύψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι· ἐπὶ δὲ τῶν περισπωμένων, <ὑπεσταλμένων> τῶν τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τρέπε ται τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον, εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες, οἷον <ποιῶ ποιοῦμαι>, στεφανῶ στεφανοῦμαι, κουφιῶ κουφιοῦμαι. Ταῦτα μὲν ἐν τούτοις περὶ τῶν εἰς ˉω ῥημάτων. Τὰ δὲ εἰς ˉμˉι λήγοντα ῥήματα τροπῇ τῆς ˉμˉι εἰς ˉμˉαˉι