ˉε ἔχει, οἷον τιθέω τιθῶ, τὸ δὲ ˉε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον ἔχω εἶχον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς τὸ ˉη, <οἷον> ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰς ˉμˉι οὐ δύναται τὸ ˉε διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεσθαιὡς γὰρ μετ' ὀλίγον μαθησόμεθα, οὐ θέλουσι τὰ εἰς ˉμˉι ὁριστικὰ διφθόγγῳ παραλήγεσθαιεὐλόγως διὰ τοῦ τρέπεσθαι εἰς ˉη μεγεθύνεται· ὡσαύτως δὲ καὶ ἡ δευτέρα συζυγία τῶν εἰς ˉμˉι εὐλόγως τῷ ˉη παραλήγεται, οἷον ἵστημι, ἐπειδὴ τὸ ἐντελὲς τοῦ πρωτοτύπου τὸ ˉα ἔχει, οἷον ἱστάω ἱστῶ, τὸ δὲ ˉα μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς ˉη τρέπεται, οἷον ἀκούω ἤκουον. Ἡ δὲ τρίτη τῷ ˉω παραλήγεται, οἷον δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉο ἔχει, οἷον διδόω διδῶ, τὸ δὲ ˉο μεγεθυνόμενον εἰς ˉω τρέπεται, οἷον ὀμνύω ὤμνυον· ἡ δὲ τετάρτη συζυγία τῶν εἰς ˉμˉι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται, οἷον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ˉυ ἔχει, οἷον ζευγνύω, τὸ δὲ ˉυ μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς ἑαυτὸ μεγεθύνεται, τουτέστι φύσει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰς ἄλλο φωνῆεν, οἷον ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὰ εἰς ˉμˉι ἀεὶ φύσει μακρᾷ παρα 325 λήγονται, οἷον τίθημι. Λέγει δὲ ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπο λογίαν· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν εἰς βραχύν, τροπῇ γὰρ τοῦ ˉω εἰς ˉμˉι γίνονται, τούτου χάριν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου καὶ ἐποίησαν τὴν παραλήγουσαν φύσει μακράν, ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωστημένον τῇ ληγούσῃ ἀναδέξηται ἡ παραλήγουσα. Ἰστέον δὲ ὅτι οὐ θέλουσι τὰ εἰς ˉμˉι ὁριστικὰ διφθόγγῳ παραλήγε σθαι, οἷον τίθημι ὄλλυμι· ὅθεν σεσημείωται τὸ εἰμί τὸ σημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγό μενα· πρόσκειται ὁριστικά διὰ τὰ εὐκτικά, οἷον τύπτοιμι λέγοιμι. Καὶ περὶ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω ἀπολογούμεθα οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ˉω εἰς ˉμˉι γέγονεν ἐμί, ὥσπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰς ˉμˉι φύσει μακρᾷ παρα λήγεσθαι θέλουσιν, οἷον τίθημι, ἠναγκάζετο τοῦτο φύσει μακρᾷ παρα λήγεσθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ˉε εἰς ˉη ἢ προσλαβεῖν τὸ ˉι· καὶ μᾶλλον ὤφειλε τρέψαι τὸ ˉε εἰς ˉη ἤπερ προσλαμβάνειν τὸ ˉι, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς ˉμˉι ὁριστικὰ οὐ θέλουσι διφθόγγῳ παραλήγε σθαι, οἷον τίθημι ἵστημι· ἀλλ' ἐπειδὴ αἱ παράγωγοι λέξεις θέλουσι φυλάτ τειν λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, οἷον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν ἵνα καὶ αὐτὴ ἡ λέξις ἡ εἰς ˉμˉι φυλάξῃ λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, προσέλαβε τὸ ˉι καὶ γέγονεν εἰμί διὰ τῆς ˉεˉι διφθόγγου, καὶ ἐφύλαξε τὸ ˉε τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ˉε εἰς ˉη, οὐδὲν ἐφυλάττετο τῆς φωνῆς τοῦ πρωτο τύπου· τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ ˉεˉι διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ εἴω ἐστίν· ἔστι γὰρ εἴω διὰ τῆς ˉεˉι δι φθόγγου, ὃ σημαίνει τὸ πορεύομαι· ἐκ τούτου οὖν τοῦ εἴω γέγονε τὸ εἶμι τροπῇ τοῦ ˉω εἰς ˉμˉι, ὥσπερ τὸ ζευγνύω ζεύγνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ˉεˉι δίφθογγον. ∆εῖ δὲ γινώσκειν, ὅτι ὁ Ἀπολλώνιος τὸ εἶμι διὰ μακροῦ τοῦ ˉι γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ συνεσταλμένου τοῦ ˉι εἶναι, οἷον ἴτον ἴτον ἴμεν ἴτε, καὶ ἐν συνθέσει <β 139> ἔξιτε, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ ἴασι, οἷον <Π 160> καί τ' ἀγεληδὸν ἴασι· οὐ συνᾴδει δὲ αὐτῷ ἡ παράδοσις· φησὶ γὰρ ὁ Ἡρωδιανός, ἀεὶ τὴν παράδοσιν Γινώσκειν τὸ εἶμι ἐν τοῖς ἑνικοῖς διὰ τῆς ˉεˉι διφθόγγου, οἷον <β 318> εἶμι μέν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται, <ἀντὶ τοῦ πορεύομαι>, καὶ 326 τὸ δεύτερον εἶς, οἷονHes. Opp. 8> τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ· καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶσι, οἷον <Ρ 147> εἶσι περὶ πτόλιος [μαχεσόμενος], ἀντὶ τοῦ πορεύεται· τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡς εἴρηται, διὰ συνε σταλμένου τοῦ ˉι εἰσίν. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆς ˉεˉι διφθόγγου σημαίνει τὸ πορεύομαι καὶ <τὸ> ἴω διὰ τοῦ ˉι <ὁμοίως>· καὶ τὰ μὲν ἑνικὰ <ὡς ἀπὸ τοῦ εἴω> διὰ τῆς ˉεˉι διφθόγγου εἰσίν,