ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν ἐγένοντο· τὸ γὰρ ἔγνων ἑνικὸν εὕρηται, διὸ καὶ ἀνα λόγως ἐγένετο ἔγνωμεν, τὸ δὲ ἔθην καὶ ἔδων καὶ ἧν ἑνικὰ οὐχ εὕρηνται ἐν χρήσει, διὸ τὰ πληθυντικὰ τούτων ὡς ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν γεγόνασιν. Οὐ μόνον δὲ ταῦτα κατὰ τοῦτο σεσημείωνται, ἀλλὰ καὶ ὅτι ἐν τοῖς ἀπαρεμφάτοις διφθόγγῳ παραλήγονται, οἷον δοῦναι θεῖναι εἷναι (ὃ σημαίνει τὸ ἀπολῦσαι, ἐξ οὗ καὶ τὸ ἀφεῖναι)· ὡς γὰρ ἐν τοῖς ἀπαρ εμφάτοις τῶν εἰς ˉω μεμαθήκαμεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρα 346 κειμένου διδασκαλίᾳ, τὰ εἰς ˉνˉαˉι ἀπαρέμφατα ἔχοντα τὸ ˉν κλιτικὸν οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον γνῶναι, περὶ ὧν ἐκεῖσε ἀκριβέ στερον μεμαθήκαμεν. Καὶ κατὰ ἄλλο δὲ σεσημείωνται, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς θι ποιοῦσι τὸ προστακτικόν, οἷον ἔστην στῆθι, ἐπειδὴ στάς στάντος ἡ μετοχή, ἔγνων γνῶθι, ἐπειδὴ γνούς γνόντος ἡ μετοχή, ταῦτα δὲ ἔχοντα εἰς ˉς τὴν μετοχὴν μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἔχουσιν εἰς ˉθˉι τὸ προστακτικόν· δός γὰρ καὶ θές καὶ ἕς τὸ προστακτι κόν (ἐξ οὗ τὸ ἄφες). ∆ιατί δὲ οὐκ ἔχουσι ταῦτα εἰς ˉθˉι τὸ προστακτικόν; Ἔστιν εἰπεῖν οὕτως· τὰ εἰς ˉθˉι προστακτικὰ ἀορίστου ὄντα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, <οἷον> στῆθι γνῶθι τύπηθι· πρόσκειται ἀορί στου ὄντα διὰ τὸ δίδοθι καὶ ζεύγνυθι, ταῦτα γὰρ βραχείᾳ παραλήγον ται, ἀλλ' οὐκ εἰσὶν ἀορίστου ἀλλ' ἐνεστῶτος καὶ παρατατικοῦ· τούτῳ οὖν τῷ λόγῳ εἰ ἐγένοντο εἰς ˉθˉι τὰ προστακτικὰ τούτων, φύσει μακρᾷ ὤφειλον παραλήγεσθαι ἀορίστου χρόνου ὄντα· ἀλλὰ μὴν φύσει μακρᾷ οὐκ ἠδύναντο παραλήγεσθαι, ἐπειδὴ ἕτερός ἐστι κανὼν ὁ λέγων, ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ παραλήγουσαν ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύπημεν τύπηθι, ἔστημεν στῆθι, ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι, ζεύγνυμεν ζεύγνυθι· εἰ οὖν τὰ ὁριστικὰ τούτων κατὰ τὸ πρῶτον πρόσωπον <τῶν πληθυντικῶν> βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύνανται τὰ προστακτικὰ τούτων εἰς ˉθˉι ὄντα φύσει μακρᾷ παραλήγεσθαι. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς φύσει μακρᾷ ἀπαιτοῦντος παραλήγεσθαι τὰ εἰς ˉθˉι προστακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλελοί πασι τὰ εἰς ˉθˉι προστακτικὰ τούτων, καὶ οὐκ ἐγένοντο εἰς ˉθˉι τὰ προσ τακτικὰ αὐτῶν. Ἔθης, ἔθη· ἔθετον, ἐθέτην· ἔθεμεν, ἔθετε, ἔθεσαν· εἴρηται. Μέλλοντος πρώτου.Θήσω. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῶν εἰς ˉμˉι διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς εἰς ˉμˉι λήγων, τρέπων τὴν ˉμˉι εἰς ˉσˉω καὶ τὴν ἄρχουσαν ἀποβάλλων, ἐὰν ἔχῃ ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ˉι, μέλ λων γίνεται, οἷον κίχρημι χρήσω, πίμπλημι πλήσω, βίβημι βήσω (τὸ πορεύομαι)· ἐὰν δὲ μὴ ἔχῃ ἀναδιπλασιασμὸν διὰ τοῦ ˉι, οὐκ ἀποβάλλει τὴν ἄρχουσαν ἐν τῷ μέλλοντι, ἀλλὰ μόνον τροπῇ τῆς ˉμˉι εἰς ˉσˉω γίνε ται, οἷον φημί φήσω, δῦμι δύσω, φῦμι φύσω (ἐξ οὗ τὸ ἔφυν), κλῦμι κλύσω (ἐξ οὗ τὸ ἔκλυν καὶ τὸ προστακτικὸν κλῦθι), βίωμι βιώσω· ἡ γὰρ ˉβˉι συλλαβὴ ἐνταῦθα οὐκ ἔστιν ἀπὸ <ἀνα>διπλασιασμοῦ, ἀπὸ γὰρ τοῦ βιῶ 347 βιοῖς γέγονεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι οὐ κλίνονται εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγος περὶ τῶν ὑπὲρ δύο συλλαβάς, οἷον ζεύγνυμι ὄμνυμι, τὰ γὰρ δισύλλαβα κλίνονται καὶ μετὰ τὸν παρατατικόν, οἷον δῦμι δύσω ἔδυν. Θήσεις, θήσει· θήσετον θήσετον· θήσομεν, θήσετε, θήσου σιν· εἴρηται. ∆εύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς εἰς ˉμˉι καθόλου ὁ μέσος παρακείμενος ἐπιλιμπάνει, δι' ἣν εἰρήκαμεν ἐκεῖσε αἰτίαν, οὕτω καὶ ὁ δεύτερος μέλλων ὁ ἐνεργητικὸς ὁριστικὸς καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰς ˉμˉι· δεύτερος γὰρ μέλλων ἐνεργητικὸς ὁριστικὸς οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι διὰ τὴν αἰτίαν, ἥν φησιν ὁ τεχνικός· ἔχει δὲ οὕτως· ἡνίκα ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τότε καὶ ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορίστου, οἷον ἐμύκησα ἔμυκον μυκήσω μυκῶ, ἐβλάστησα ἔβλαστον