παρ' Ἀριστοφάνει ἐν Πλούτῳ <28> ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης ἦν, ἀντὶ τοῦ ὑπῆρχον· εὑρίσκεται καὶ τρίτου προσώπου ἑνικοῦ, ἦν ἐκεῖνος, εὑρέθη δὲ καὶ πρώτου προσώπου πληθυντικοῦ, οἷον ἦν ἡμεῖς, ἀντὶ τοῦ ἦμεν· εἰκότως οὖν καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἐνήλλαξε πρὸς τὸ ἴδιον πρῶτον πρόσωπον, ἀλλ' ἐγένετο καὶ αὐτὸ ἦν διὰ τοῦ ˉη, τῆς δ' ἦν τρεῖς κεφαλαί, ἀντὶ τοῦ ἦσαν, ἵνα, ὥσπερ ἐν τοῖς ἑνικοῖς τὸ πρῶτον καὶ τρίτον ὁμοφωνοῦσι, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς πληθυντικοῖς τὸ πρῶτον καὶ τρίτον ὁμοφωνῶσιν. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου εὑρίσκομεν παρῳχημένων τινῶν τρίτα πρόσωπα τῶν πληθυντικῶν ἰσοσυλλαβοῦντα τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς, τῆς μετοχῆς αὐτῶν μὴ οὔσης εἰς ˉς μετ' ὀξείας τάσεως, οἷόν ἐστιν ὁ πληρῶν τοῦ πληροῦντος ἡ μετοχή, καὶ δέον ἐστὶν εἰπεῖν τὰ πληθυντικὰ ἐπλη ροῦμεν ἐπληροῦτε καὶ τὸ τρίτον ἐπλήρουν, ἐνδέον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, καὶ λῆγον εἰς τὴν παραλήγουσαν τῆς γενι κῆς τῆς μετοχῆς, καὶ ὅμως εὕρηται παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἑκάβῃ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ προσώπῳ πληθυντικῷ, οἷον ἐπληροῦσαν, ἔνθα φησὶν <574> οἱ δ' ἐπληροῦσαν πυρὰν Κορμοὺς φέροντες πευκίνους. Καὶ πάλιν ἐστὶν ὁ σχάζων τοῦ σχάζοντος ἡ μετοχή, καὶ δέον ἐστὶν εἶναι τὰ πληθυντικὰ ἐσχάζο μεν ἐσχάζετε ἔσχαζον, καὶ ὅμως εὑρίσκεται παρὰ Λυκόφρονι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ πληθυντικῷ ἐσχάζοσαν, ἔνθα φησὶν <21> κἀπὸ γῆς ἐσχάζοσαν, ἀντὶ τοῦ ἀπέ λυον· ταῦτα δὲ Καλχηδονίων ἰδιώματά εἰσιν. 65 Παρακείμενος.Τέτυφα. ∆ύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς τὴν ἄρχουσαν, ὁ δὲ μέλλων τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσότητα τῶν συλλαβῶν. Μετὰ τὸν παρατατικὸν κανονίζει τὸν παρακείμενον, καὶ λέγει ὅτι δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς καὶ ὁ μέλλων, ὁ μὲν τὴν ἄρχουσαν, ὁ δὲ τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσό τητα τῶν συλλαβῶν· ἡμεῖς δέ, εἰ θεῷ φίλον, προϊόντες ἔχομεν δεῖξαι, ὅτι καὶ ἡ ἄρχουσα δύναται ἐκ τοῦ μέλλοντος κανονισθῆναι. Πᾶς τοίνυν παρακείμενος εἰς ˉα λήγει, καὶ πρὸ τοῦ ˉα ἔχει ἢ τὸ ˉφ ἢ τὸ ˉχ ἢ τὸ ˉκ, οἷον τέτυφα νένυχα πεποίηκα. Ἰστέον ὅτι πᾶς παρακείμενος ὁριστικὸς ἐνεργητικὸς πρώτου προσώπου ἑνικοῦ εἰς ˉα λήγει. Ταῦτα δὲ πεποίηται πρὸς τὴν τοῦ μέλλοντος ἀκολου θίαν· ὅτε μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ˉψ, ὁ παρακείμενος διὰ τοῦ ˉφ ἐκφέρεται, οἷον τύψω τέτυφα, γράψω γέγραφα, κόψω κέκοφα· ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ˉξ, ὁ παρακείμενος διὰ τοῦ ˉχ ἐκφέρεται, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, νύσσω νύξω νένυχα· ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ˉς ἐστίν, ὁ παρακείμενος διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα, λακτίζω λακτίσω λελάκτικα, βασιλεύω βασιλεύσω βεβασίλευκα, συρίζω συρίσω σεσύρικα, ἱππεύω ἱπ πεύσω ἵππευκα· ὅτε δὲ ὁ μέλλων δι' ἀμεταβόλου ἐκφέρεται, τότε ὁ παρακείμενος διά τε αὐτοῦ τοῦ ἀμεταβόλου καὶ τοῦ ˉκ ἐκφέρεται, οἷον κείρω κερῶ κέκαρκα, φθείρω φθερῶ ἔφθαρκα, κτείνω κτενῶ ἔκταγκα, τοῦ ˉν εἰς τὸ ˉγ τραπέντος διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ. Ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἐπὶ μὲν τῆς πρώτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉφ ἐκφέρεται ὁ παρακείμενος, οἷον τύπτω τύψω τέτυφα, λείβω λείψω λέλειφα, γράφω γράψω γέγραφα, ἐπὶ δὲ τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων καὶ ἐνίων τῆς τετάρτης, ὧν ὁ μέλλων διὰ τοῦ ˉξ ἐστίν, διὰ τοῦ ˉχ ἐκφέρεται ὁ παρακείμενος, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, πλήσσω πλήξω πέπληχα, πήσσω πήξω πέπηχα, νύσσω νύξω νένυχα· ἐπὶ δὲ τῶν λοιπῶν πασῶν συζυγιῶν διὰ τοῦ κ ἐκφέρεται ὁ παρακείμενος, τουτέστιν ἐπὶ τῆς τρίτης συζυγίας τῶν βαρυτόνων καὶ ἐπὶ ἐνίων τῆς τετάρτης, ὧν ὁ μέλλων οὐκ ἔστι διὰ τοῦ ˉξ ἀλλὰ διὰ τοῦ ˉς, καὶ ἐπὶ τῆς πέμπτης καὶ ἐπὶ τῆς ἕκτης καὶ ἐπὶ τῶν τριῶν συζυ γιῶν τῶν περισπωμένων, καὶ ἐπὶ τῶν εἰς ˉμˉι, οἷον πείθω πείσω πέπεικα, 66 νήθω νήσω νένηκα, συρίζω συρίσω σεσύρικα, λεπίζω