ὁ τεχνικός, ἐπειδὴ οὐκ ἔστιν ἡ δοτικὴ τῶν πληθυντικῶν τῆς μετοχῆς τούτου ἐν χρήσει· οὐκ ἔστι γὰρ ἐν χρήσει οἱ ἔντες τῶν ἔντων τοῖς εἶσιν, καὶ λοιπὸν ὡς μὴ οὔσης τῆς δοτικῆς τῶν πληθυντικῶν ἐν χρήσει τῆς ὀφειλούσης ἐλέγξαι τὴν παραλογίαν, παρεσιώπησεν αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ τύπτουσι καὶ τὰ ὅμοια γίνονται ἐφελκυστικὰ τοῦ ˉν, οἷον τύπτουσιν γράφουσιν· ὥσπερ γὰρ ἔχομεν μαθεῖν, ὅτι τὸ ˉε ἐν τοῖς ῥήμασι γίνεται ἐφελκυστικὸν τοῦ ˉν, ὡς ἐν τῷ ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἔγραφε ἔγραφεν, οὕτω καὶ τὸ ˉι καθολικῶς λέγομεν ἐφελ κυστικὸν τοῦ ˉν, ὅτε ἔχει προηγούμενον τὸ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, οἷον Αἴασι Αἴασιν, λέβησι λέβησιν, τύπτουσι τύπτουσιν, γράφουσι γράφουσιν, δυνάμει δέ, οἷον ἐστί ἐστίν, τὸ γὰρ ˉς ἐνταῦθα δυνάμει, ἀπὸ γὰρ τοῦ ἐσσίν γέγονε κατὰ τροπὴν τοῦ ˉς εἰς ˉτ· καὶ πάλιν Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθα τὸ ˉς, τὸ γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς· πολλάκις δὲ καὶ τοῦ ˉφ προηγουμένου γίνεται τὸ ˉι ἐφελκυστικὸν τοῦ ˉν, οἷον ὄρεσφι ὄρεσφιν, τουτέστιν ἐκ τοῦ ὄρους. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ ˉι, ἡνίκα ἔχει τὸ ˉς προηγούμενον ἢ δυνάμει ἢ ἐνεργείᾳ, γίνεται ἐφελ κυστικὸν τοῦ ˉν, ὡς προέφημεν. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὸ στοιχεῖον τὸ ἔσχατον τῆς δοτικῆς τῶν ἑνικῶν παρέσχατόν ἐστι τῆς δοτικῆς τῶν πληθυντικῶν, οἷον τῷ καλῷ τοῖς καλοῖς, τῇ Μούσῃ ταῖς Μούσαις, τῇ φοβερᾷ ταῖς φοβεραῖς· ἰδοὺ ἐν μὲν τῇ δοτικῇ τῶν ἑνικῶν 39 τὸ ˉι ἔσχατόν ἐστιν, ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν τὸ ˉι παρέσχατόν ἐστι, τουτέστι πλησίον τοῦ ἐσχάτου στοιχείου· ἐπειδὴ οὖν ἐν τῇ Αἴαντι καὶ Φοίνικι καὶ Πέλοπι δοτικῇ ἑνικῇ τὸ ˉι ἔσχατόν ἐστιν, ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν προσλαμβάνον τὸ ˉς γίνεται Αἴασι Φοίνιξι Πέλοψι, τούτου χάριν προσλαμβάνει τὸ ˉν, ἵνα εὑρεθῇ τὸ ˉι παρέσχατον τῆς δοτι κῆς τῶν πληθυντικῶν. Ἐπειδὴ δὲ ἐν τοῖς ὀνόμασι <τὸ ˉι> ἐφελκυστικὸν ἐγένετο τοῦ ˉν προηγουμένου τοῦ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳ, τούτου χάριν καθολικῶς ἐπεκράτησε καὶ ἐπὶ τῶν μὴ ὄντων ὀνομάτων τὸ τοιοῦτον σχῆμα, φημὶ δὴ τὸ γίνεσθαι τὸ ˉι ἐφελκυστικὸν τοῦ ˉν προηγουμένου τοῦ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳ, οἷον ἐστί ἐστίν, Αἴασι Αἴασιν, Πέλοψι Πέλοψιν, Φοίνιξι Φοίνιξιν. Ταῦτα μὲν ἐν τούτοις. Παρατατικός.Ἔτυπτον. Ἰστέον ὅτι πᾶς παρατατικὸς ἐνεργητικὸς ὁριστικὸς κατὰ τὸ πρῶτον πρόσωπον εἰς ˉν λήγει, καὶ πρὸ τοῦ ˉν ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων θέλει ἔχειν ἢ τὸ ˉο ἢ τὸ ˉω ἢ τὴν ˉοˉυ δίφθογγον· περὶ γὰρ τῶν εἰς ˉμˉι ἐν τῷ ἰδίῳ τόπῳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Καὶ ἀπὸ μὲν βαρυτόνων ῥημάτων ὑπάρχων τὸ ˉο ἔχει πρὸ τοῦ ˉν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον· ἀπὸ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ὑπάρχων τὸ ˉω ἔχει, οἷον βοῶ ἐβόων, γελῶ ἐγέλων, κοπιῶ ἐκοπίων, γηρῶ ἐγήρων· ἀπὸ δὲ τῆς πρώτης συζυ γίας καὶ τρίτης τῶν περισπωμένων ὑπάρχων τὴν ˉοˉυ δίφθογγον ἔχει, οἷον ποιῶ ποιεῖς ἐποίουν, νοῶ νοεῖς ἐνόουν, ὀρθῶ ὀρθοῖς ὤρθουν, ἱδρῶ ἱδροῖς ἵδρουν· τούτων δέ, φημὶ <δὴ> τῶν περισπωμένων, ἡ συναί ρεσίς ἐστιν ἡ αἰτία· ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονεν ἐποίουν κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον, ὥσπερ χάλκεος χαλκοῦς, καὶ πάλιν ἀπὸ τοῦ ἐβόαον γέγονεν ἐβόων κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω, ὥσπερ ἐλούσαο ἐλούσω, καὶ πάλιν ἀπὸ τοῦ ἐχρύσοον γέγονεν ἐχρύσουν κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον, ὥσπερ νόος νοῦς. Ταῦτα μὲν ἐν τούτοις. Ὁ δὲ τεχνικὸς ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἐνεστῶτος κανο νίζει τὸν παρατατικὸν λέγων οὕτως· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεστῶτος ἀποβάλλουσα τὴν τελευταίαν συλλαβὴν καὶ τὴν ἄρχουσαν αὔξουσα χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατι κὸν ποιεῖ, οἷον τύπτοντος ἔτυπτον, γράφοντος ἔγραφον, λέγοντος ἔλεγον, ποιοῦντος ἐποίουν, γελῶντος ἐγέλων, χρυσοῦντος ἐχρύσουν, στεφανοῦντος ἐστεφάνουν. Καὶ ἐὰν μὲν ἀπὸ συμφώνου ἄρχηται ὁ ἐνε στώς, συλλαβικῶς μεγεθύνεται ὁ παρατατικὸς προσλαμβάνων κατ' ἀρχὰς 40 τὸ ˉε, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον· τὸ δὲ βούλομαι ἠβουλό μην, δύναμαι ἠδυνάμην