Ἰστέον ὅτι ἀπὸ τοῦ τύψω μέλλοντος γέγονε προσθέσει τοῦ ˉν ἡ τύψων μετοχή. Τύψουσα, τύψον· εἴρηται. Μέλλοντος δευτέρου.Τυπῶν. Ἰστέον ὅτι ἀπὸ τοῦ τυπῶ δευτέρου μέλλοντος γέγονεν ἡ μετοχὴ προσθέσει τοῦ ˉν τυπῶν. ∆εῖ δὲ γινώσκειν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου μέλλοντος ὁμοφωνεῖ μὲν τῇ μετοχῇ τοῦ δευτέρου ἀορίστου, οὐ μὴν δὲ <καὶ> ὁμοτονεῖ· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, οἷον τυπών, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπῶν· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου διὰ τοῦ ˉο κλίνεται, οἷον τυπόντος, ἡ δὲ τοῦ δευτέρου μέλλοντος διὰ τῆς ˉοˉυ διφθόγγου, οἷον τυποῦντος, ὡς ποιοῦντος· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου ἔχει τὸ οὐδέτερον εἰς ˉοˉν, οἷον τυπόν, ὥσπερ τὸ λαβόν, ἡ δὲ τοῦ δευ τέρου μέλλοντος εἰς ˉοˉυˉν, <οἷον> τυποῦν, ὥσπερ τὸ <ποιοῦν>. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉν μετοχαὶ περισπώμεναι μέλλοντος μὲν οὖσαι τῇ ˉοˉυ διφθόγγῳ παραλήγονται κατὰ τὴν γενικήν, οἷον εὐφρανῶν εὐφρανοῦν τος· ἐνεστῶτος δὲ οὖσαι πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παρα λήγουσαν, οἷον ποιέων ποιέοντος καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ποιοῦντος, ὥσπερ χάλκεος χαλκοῦς, βοάων βοάοντος καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω βοῶντος, ὥσπερ ἐλούσαο ἐλούσω, χρυ 315 σόων χρυσόοντος καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦντος, ὥσπερ νόος νοῦς. Τυποῦσα, τυποῦν· εἴρηται. Μετοχαὶ παθητικαί χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Τυπτόμενος. Ἰστέον ὅτι πᾶν ῥῆμα ὁριστικόν, εἴτε παθητικὸν εἴτε μέσον, ἔχον τὸ ˉμ κλιτικόν, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉνˉοˉς ποιεῖ τὴν μετοχήν, μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον τύπτομαι τυπτόμενος, ἐτυψάμην τυψάμενος, ἐτυπόμην τυπόμενος, τυφθή σομαι τυφθησόμενος, τυπήσομαι τυπησόμενος, χωρὶς τοῦ παρακειμένου δηλονότι· οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οἷον ἔσταλμαι ἐσταλμένος· πρόσκειται ἐν τῷ κανόνι ὁριστι κόν διὰ τὸ τυπτοίμην εὐκτικόν· πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην. Ἰστέον δὲ ὅτι διὰ τοῦτο τὰ ἔχοντα τὸ ˉμ κλιτικὸν τροπῇ τῆς ˉμˉαˉι συλλαβῆς εἰς δύο συλλαβάς, ἤγουν τῆς ἐσχάτης εἰς ˉμˉεˉνˉοˉς, ἐποίησαν τὴν μετοχήν, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, πᾶσα μετοχὴ ἀρσενικὴ μακροκαταληκτεῖν θέλει, χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, οἷον τύπτων τύψας ἐπειδὴ οὖν αὗται βραχυκαταληκτοῦσιν, φημὶ δὴ αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαί, εἰκότως ἔτρεψαν τὴν μίαν συλλαβὴν εἰς δύο συλλαβάς, ἵνα τὸν κεχρεωστημένον χρόνον διὰ τῆς ἑτέρας συλλαβῆς ἀναδέξωνται. Ἰστέον δὲ ὅτι πᾶσαι αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ προπαροξύνονται, χωρὶς τοῦ παρακειμένου· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί, πασῶν τῶν εἰς ˉμˉεˉνˉοˉς μετοχῶν προπαροξυνομένων, μόνη ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ὁ παρακείμενος οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν προπαροξυνομένην, ἐπειδὴ πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικὸν πάντως περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, οἷον τύπτομαι τύπτω, ἐτυπτόμην ἔτυπτον, ἐτυπό μην ἔτυπον, χωρὶς τῶν εἰς ˉμˉι δηλονότι· τὰ γὰρ εἰς ˉμˉι, ὡς τῇ ˉμˉι συλ λαβῇ περιττεύοντα, ἰσοσυλλαβοῦσι τῷ ἐνεστῶτι τῶν παθητικῶν, οἷον τίθημι τίθεμαι· ἐπειδὴ οὖν ὁ παρακείμενος ὁ παθητικὸς συγκοπὴν ἔπα θεν ἐν τῷ ῥήματι καὶ οὐ περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦδι' ὃν δὲ λόγον, εἰρήκαμεν ἐν τῇ περὶ τοῦ ὁριστικοῦ παθητικοῦ παρακει μένου διδασκαλίᾳτούτου χάριν οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν προπαροξυνομένην, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι ἐν τῇ μετοχῇ ἐγένετο 316 ἡ συγκοπή, καὶ οὐκ ἐν τῷ ῥήματι. Αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ὀπίσωθεν ὄπισθεν, ἐξαίρετος ἔξαιτος, ὁμόπατρος ὄπατρος· δεῖ προσθεῖναι εἰ μὴ χαρακτὴρ δισυλλαβίας κωλύσει· τοῦτο δὲ εἴρηται διὰ τὸ πατέρος πατρός καὶ ἀνέρος ἀνδρός· ἐνταῦθα γὰρ <οὐ> κατεβίβασε τὸν τόνον ἡ συγκοπή, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσα γενικὴ εἰς ˉοˉς λήγουσα δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, οἷον μηνός χηνός γραός· πρόσκειται δισύλλαβος διὰ τὸ Αἴαντος καὶ τὰ ὅμοια·