παρακείμενος δέδοικα, ὥσπερ λείπω λέλοιπα, λείβω λέλοιβα, πείθω πέποιθα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί δείκω ἐγένετο ὁ ἐνεστὼς διὰ τοῦ ˉκ, καὶ μὴ δείχω διὰ τοῦ ˉχ, ὥσπερ σμῶ σμήσω σμήχω. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο δείχω διὰ τοῦ ˉχ, ἐπειδὴ τῇ ˉεˉι διφθόγγῳ παραλήγεται· τὰ δὲ εἰς ˉχˉω ῥήματα οὐ θέλουσι τῇ ˉεˉι διφθόγγῳ παρα λήγεσθαι, πλὴν τοῦ στείχω λείχω, οἷον ἴσχω κιχῶ ἔχω ἠχῶ οἰχῶ (ἐξ οὗ καὶ τὸ οἴχομαι) καὶ ὀμιχῶ (σημαίνει δὲ τὸ οὐρῶ, οἷον ὡς παρ' Ἱππώνακτιfragm. 55 B4> ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησε· τὸ δὲ ὤμιξεν ὡς ἀπὸ βαρυτόνου τοῦ ὀμίχω ἐστίν, ὥσπερ ἔχω ἕξω, τρέχω θρέξω). Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ οἶδα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, <ὅτι> εἴδω ὁ ἐνεστώς· τούτου ὁ μέσος παρακείμενος ὤφειλεν εἶναι εἶδα, τῆς ˉεˉι διφθόγγου φυλαττομένης κατὰ τὴν ἄρχουσαν, ὥσπερ ἐπὶ τοῦ εἰκονίζω εἰκόνικα, εἰκάζω εἴκακα· ἀλλ' ἐτράπη τὸ ˉε εἰς τὸ ˉο αἰολικῶς καὶ γέγονεν οἶδα διὰ τῆς ˉοˉι διφθόγγου, ὥσπερ ὄνειρος ὄνοιρος. Καὶ λέγουσί τινες, διατί γὰρ μὴ λέγομεν, ὅτι λόγῳ παραληγούσης ἐτράπη τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα, λείβω λείψω λέλοιβα, οὕτως οὖν καὶ εἴδω εἴσω οἶδα λόγῳ παραληγούσης. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δυνάμεθα λέγειν, <ὅτι> λόγῳ παραληγούσης ἐτράπη τὸ ˉε εἰς ˉο ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ, ἐπειδὴ τὰ λόγῳ παραληγούσης τρέποντα τὸ ˉε εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ φυλάττουσιν αὐτὸ καὶ ἐν τῷ ὑπερ συντελίκῳ καὶ ἐν τῇ μετοχῇ, οἷον πείθω πέποιθα ἐπεποίθειν πεποιθώς, λείβω λέλοιβα ἐλελοίβειν λελοιβώς, λείπω λέλοιπα ἐλελοίπειν λελοιπώς, λέγω λέλογα ἐλελόγειν λελογώς, κείρω κερῶ κέκορα ἐκεκόρειν κεκο ρώς· εἰ ἄρα καὶ ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ λόγῳ παραληγούσης ἐτράπη τὸ ˉε εἰς τὸ ˉο, δηλονότι ὤφειλε φυλαχθῆναι καὶ ἐν τῷ ὑπερ συντελίκῳ καὶ ἐν τῇ μετοχῇ· ἀλλὰ μὴν οὔτε ἐν τῷ ὑπερσυντελίκῳ ἐφυλάχθη οὔτε ἐν τῇ μετοχῇ· εἰδώς γάρ ἐστιν ἡ μετοχὴ διὰ τῆς ˉεˉι διφθόγγου, καὶ εἴδειν ὁ ὑπερσυντέλικος, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς ˉη ᾔδειν διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ εἰκάζω ᾔκαζον· δῆλον <οὖν> ὅτι οὐκ ἐτράπη λόγῳ παραληγούσης τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ οἶδα μέσῳ παρα κειμένῳ· ἀλλ', ὡς εἴρηται, κρεῖττόν ἐστι λέγειν, ὅτι [ψευδ]αιολικῶς ἐτράπη τὸ ˉε εἰς τὸ ˉο, ὥσπερ ἐπὶ τοῦ ὄνειρος ὄνοιρος. Ὅτι γὰρ Αἰολικόν ἐστι τὸ οἶδα δῆλον, εἴ γε ἐν τῷ σύνοιδα ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, οἷον Ἀτρεύς Ἄτρευς, σοφόςσόφος· εἰ μὴ γὰρ <ἦν> αἰολικόν, οὐκ ἀνεβίβαζε τὸν τόνον ἐν τῇ συνθέσει· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεν 110 τος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει ἐν τῇ συνθέσει, χωρίς τοῦ <εἶξεν> ὑπόειξεν, οἷον ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ <π 42> τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς, καὶ τοῦ εἶκον ὑπόεικον, ὡς τὸ <Π 305> νεῶν δ' ὑπόεικον ἀνάγκῃ· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, εἶχον κατεῖχον, εἶπον προσεῖπον, ἦλθον συνῆλθον, εὗρον ἐφεῦρον, ἧψα συνῆψα, εἶδον συνεῖδον, ἷγμαι ἀφῖγμαι, εἶκον ὑπεῖκον, εἶξεν ὑπεῖξεν· οὕτως οὖν καὶ οἶδα συνοῖδα ὤφειλεν εἶναι, ἀλλ', ὡς εἴρηται, αἰολικῶς ἀνεβίβασε τὸν τόνον καὶ γέγονε σύνοιδα προπαροξυτόνως, ὥσπερ καὶ τὸ δεύτερον τούτου πρόσωπον τὸ οἶσθα κάτοισθα. Πρόσκειται ἐν τῷ κανόνι ὁρι στικός διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ' οὐκ εἰσὶν ὁριστικὰ ἀλλὰ προστακτικά· πρόσκειται δέ ἀπὸ φωνήεντος ἀρχόμενος διὰ τὸ κεῖτο κατέκειτο, χεῦεν ἐπέχευεν· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ' οὐκ ἄρχονται ἀπὸ φωνήεντος ἀλλ' ἀπὸ συμφώνου· ἀπὸ φύσει δὲ μακρᾶς πρόσκειται διὰ τὸ ἷζε ἔφιζε, <γ 411> Νέστωρ αὖτις ἔφιζε· τοῦτο δὲ τὸ ἔφιζε κοινῶς μὲν φύσει μακρὸν ἔχει τὸ ˉι, ἐξ οὗ τὸ ἐφῖζε προπερισπωμένως, ἰωνικῶς δὲ ἢ ποιητικῶς συστέλλει αὐτό, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχει, ἐξ οὗ τὸ ἔφιζε προπαροξυτόνως· παρῳχημένος δὲ πρόσκειται διὰ τὸ ἧται [τὸ σημαῖνον τὸ] κάθηται· τοῦτο γὰρ καὶ ἀπὸ φωνήεντος ἄρχεται καὶ ἀπὸ φύσει μακρᾶς, καὶ ὅμως ἀνεβίβασε