οἷον ἐτέτυπτο, καὶ λοιπὸν τοῦ ˉν προσερχο μένου πρὸ τοῦ ˉτ ἀσυνταξία γίνεται· ἀναπληροῦται δὲ καὶ αὐτὸς διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμμένοι ἦσαν. ∆εῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τοῦ παρακειμένου καὶ ἐπὶ τοῦ ὑπερσυντελίκου τῇ αὐτῇ μετοχῇ κεχρήμεθα, καὶ γὰρ τετυμμένοι εἰσί φαμὲν καὶ τετυμμένοι ἦσαν, ἐπειδὴ μία ἐστὶν ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον τετυμμένος, καὶ τετυμμένοι τὸ πληθυντικόν· τῷ δὲ ῥήματι <τῷ ὑπαρκτικῷ> οὐ κεχρή μεθα τῷ αὐτῷ· ἐν μὲν γὰρ τῷ παρακειμένῳ τῷ εἰσίν, οἷον τετυμμένοι 0 εἰσίν, ἐν δὲ τῷ ὑπερσυντελίκῳ τῷ ἦσαν, οἷον τετυμμένοι ἦσαν· <καὶ> τοῦτο εὐλόγως, ἐπειδὴ τὸ εἰσίν ἐνεστῶτος χρόνου ἐστίν, ὁ δὲ παρα κείμενος συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος· τούτου <οὖν> χάριν ἐπὶ τοῦ παρακειμένου τῷ εἰσί κεχρήμεθα καὶ λέγομεν τετυμμένοι εἰσίν· ἐπὶ δὲ τοῦ ὑπερσυντελίκου τῷ ἦσαν κεχρήμεθα καὶ λέγομεν τετυμμένοι ἦσαν, ἐπειδὴ ὁ μὲν παρατατικὸς τοῦ ἐνεστῶτός ἐστι παρῳχημένος, ἐξ αὐτοῦ γὰρ κανονίζεται, ὁ δὲ ὑπερσυντέλικος τοῦ παρακειμένου· ἐπειδὴ οὖν ὁ μὲν παρακείμενος τὸ ῥῆμα τοῦ ἐνεστῶτος ἔλαβεν, φημὶ δὴ τὸ εἰσίν, τούτου χάριν καὶ ὁ ὑπερσυντέλικος, ὁ παρῳ χημένος τοῦ παρακειμένου, τὸ ῥῆμα τοῦ παρατατικοῦ ἔλαβε, τοῦ παρῳ χημένου τοῦ ἐνεστῶτος, φημὶ δὴ τὸ ἦσαν, καί, ὡς ἵνα εἴπωμεν, ἐνεστὼς ἀπὸ ἐνεστῶτος ἔλαβε καὶ παρῳχημένος ἀπὸ παρῳχημένου. Καὶ ἰακῶς τετύφατο. Ἰστέον ὅτι ὥσπερ ἐκ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσωπον τῶν πληθυντικῶν, οὕτω καὶ ἐκ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ παθητικοῦ ὑπερσυντελίκου ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσ ωπον πληθυντικόν· ἀπὸ οὖν τοῦ ἐτέτυπτο γέγονεν ἐτετύφατο καὶ κατὰ ἀποβολὴν τοῦ ˉε τετύφατο, ἵνα συνάρχηται τῇ τετυμμένος μετοχῇ ἐμά θομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι οἱ Ἴωνες ἔθος ἔχουσι ποιεῖν τοὺς παρῳχημένους συναρχομένους ταῖς ἰδίαις μετοχαῖς, οἷον <Φ > τύπτε δ' ἐπιστροφάδην, ὅτι τύπτων ἡ μετοχή, καὶ <Ψ 666> ἅψατο δ' ἡμιόνων, ὅτι ἁψάμενος ἡ μετοχή. Ἀόριστος πρῶτος.Ἐτύφθην.
Ἰστέον ὅτι τέτταρας ἀορίστους εὑρίσκομεν ἐν τοῖς παθητικοῖς, δύο μὲν παθητικούς, δύο δὲ τῆς μέσης διαθέσεως· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸν μὲν παρακείμενον καὶ τὸν ὑπερσυντέλικον τῆς μέσης διαθέσεως ἐν τοῖς ἐνεργητικοῖς ἔταξαν, ἀορί στους δὲ καὶ μέλλοντας ἐν τοῖς παθητικοῖς. Ἔλθωμεν δὲ καὶ διαλά βωμεν περὶ τοῦ ἀορίστου τοῦ παθητικοῦ· ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς ἀεὶ εἰς ˉθˉηˉν λήγει· κανονίζεται δὲ ἐκ τοῦ παθητικοῦ παρα κειμένου τοῦτον τὸν τρόπον· πᾶς παθητικὸς παρακείμενος τρέπων τὴν ˉμˉαˉι εἰς ˉθˉηˉν ἀόριστον πρῶτον παθητικὸν ποιεῖ, καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ παρακείμενος, ἀποβάλλει τὸ σύμφωνον ἐν τῷ παθητικῷ πρώτῳ ἀορίστῳ, οἷον τέτυμμαι ἐτύφθην, λέλεγμαι ἐλέχθην, κέκαρμαι ἐκάρθην, πεποίημαι ἐποιήθην, νενόημαι ἐνοήθην, πεφίλημαι ἐφιλήθην, πεπάτημαι ἐπατήθην, κεκέλευσμαι ἐκελεύσθην, κέκρουσμαι ἐκρούσθην, τετέλεσμαι ἐτελέσθην, τέθυμαι ἐθύθην καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων ἐτύθην κατὰ τροπὴν τοῦ ˉθ εἰς τὸ ἀντίστοιχον ψιλὸν τὸ ˉτ· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, συνάρχεται αὐτῷ καὶ ὁ παθητικὸς πρῶτος ἀόριστος, οἷον ἔφθαρμαι ἐφθάρθην, ἔξεσμαι ἐξέσθην, ἔσβεσμαι ἐσβέσθην, [πέπλεγμαι ἐπλέχθην] ἠλέημαι ἠλεήθην, ἠρεύνημαι ἠρευνήθην, ἠρώτημαι ἠρωτήθην, ὤρθωμαι ὠρθώθην, ὥπλισμαι ὡπλίσθην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ σύμφωνον πρὸ τοῦ ˉμ ἐν τῷ παθητικῷ παρακειμένῳ, φυλάττεται καὶ κατὰ τὸν παθητικὸν πρῶτον ἀόριστον, οἷον κέκαρμαι ἐκάρθην, ἔσταλμαι ἐστάλθην, τέτιλμαι ἐτίλθην, ἔφθαρμαι ἐφθάρθην, ἔξεσμαι ἐξέσθην, ἔσβεσμαι ἐσβέσθην, κέκρουσμαι ἐκρούσθην, χωρὶς εἰ μὴ εὑρεθῇ τὸ ˉμ ἢ τὸ ˉγ· ἐὰν γὰρ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἢ τὸ ˉμ ἢ τὸ ˉγ,