τριῶν συμφώνων πρόσκειται, ὅπερ οὐκ ἔστιν ἴδιον συζυγίαςσυζυγία γάρ, ὡς εἴρηται, κυρίως λέγεται παρὰ τὸ δύο ἄγεινδιὰ τοῦτο οἱ ὀνο ματοθέται πρὸς ἀκρίβειαν ἐξετάσαντες ἐποίησαν τὴν τρίτην συζυγίαν τῶν βαρυτόνων ἐλλείπειν τὸ ˉτ καὶ ἐκφέρεσθαι διὰ μόνου τοῦ ˉδ καὶ ˉθ, οἷον ᾄδω πλήθω· τὸ γὰρ ἀνύτω ἀνύω λέγουσι καὶ τὸ πράττω <πράσσω· σπανίως> δὲ εὕρηται καὶ τὸ ˉτ χαρακτηριστικὸν τῆς τρίτης συζυ γίας τῶν βαρυτόνων, ὡς ἐπὶ τοῦ πέτω πέτομαι καὶ λίτω λίτομαι. Ἡ δὲ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ τετάρτου συμφώνου τοῦ ˉζ ἐκφέ ρεται· καὶ ἐπειδὴ τὸ ˉζ οὐκ ἔσχεν ἄλλο τί ποτε πρὸς ἀναπλήρωσιν τοῦ ἰδιώματος τῆς συζυγίας, μὴ δυνάμενον ἄλλο σύμφωνον δέξασθαι διὰ τὸ προληφθῆναι τὰ μὲν ἐν τῇ πρώτῃ συζυγία, τὰ δὲ ἐν τῇ δευτέρᾳ, τὰ δὲ ἐν τῇ τρίτῃ, τὰ δὲ ἀμετάβολα ἐν τῇ πέμπτῃ, μὴ δυνάμενον προσ λαβεῖν μήτε τὸ ˉξ μήτε τὸ ˉψ, διὰ τὸ ταῦτα χαρακτηριστικὰ εἶναι βαρυ τόνου μέλλοντος, τὸ μὲν ˉψ τῆς πρώτης συζυγίας, οἷον λείβω λείψω, γράφω γράψω, τὸ δὲ ˉξ τῆς δευτέρας, οἷον λέγω λέξω, πλέκω πλέξω, καὶ ἐνίων τῆς τετάρτης, οἷον πλήσσω πλήξω, σφάζω σφάξω, οὐ δύνανται δὲ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου μέλλοντος χαρακτηριστικὰ εἶναι καὶ βαρυτόνου ἐνεστῶτος· οἷον τὸ ˉς χαρακτηριστικὸν ὂν βαρυτόνου μέλλοντος, ὡς ἐπὶ τοῦ νοήσω, οὐκ ἔστι καὶ χαρακτηριστικὸν βαρυτόνου ἐνεστῶτος ἀλλὰ περισπωμένου, ὡς ἐπὶ τοῦ φυσῶ νοσῶ· πρόσκειται βαρυτόνου μέλλοντος διὰ τὸ κείρω κερῶ· ἰδοὺγὰρ τὸ ˉρ χαρακτηρι στικὸν ὂν τοῦ μέλλοντος χαρακτηριστικόν ἐστι καὶ βαρυτόνου ἐνεστῶτος, ἀλλ' οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος ἀλλὰ περισπω μένου· διὰ τοῦτο ἐκ τοῦ μέλλοντος ἡ τετάρτη συζυγία τῶν βαρυ τόνων τρόπον τινὰ δανείζεται τὸ ˉς καὶ διπλασιάζει αὐτό, καὶ λοιπὸν ἐκφέρεται ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ˉζ ἢ δύο ˉςˉσ, οἷον 15 φράζω ὀρύσσω, καὶ κυρίως φυλάττεται ἡ ἀκολουθία τῆς συζυγίας· ἔχει γὰρ τὸ ˉζ διπλοῦν καὶ τὸ ˉς διπλασιαζόμενον καὶ ἰσοδυναμοῦν τῷ ˉζ. ∆ιὰ τοῦτο δὲ διπλασιάζεται τὸ ˉς, πρῶτον μὲν ἵνα ἰσοδυναμήσῃ τῷ ˉζ διπλῷ ὄντι, δεύτερον δὲ ὅτι, ὡς εἴρηται, τὸ ˉς χαρακτηριστικὸν ὂν βαρυτόνου μέλλοντος οὐ δύναται χαρακτηριστικὸν εἶναι καὶ βαρυτόνου ἐνεστῶτος. Ἡ δὲ πέμπτη συζυγία τῶν βαρυτόνων διὰ τῶν τεσσάρων ἀμεταβόλων ἐκφέρεται, τουτέστι διὰ τοῦ ˉλ ˉμ ˉν ˉρ, οἷον πέλω νέμω κρίνω σπείρω. Ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ˉω, οἷον ἱππεύω πλέω βασιλεύω· δαπανη θέντων γὰρ τῶν ιζʹ συμφώνων, τῶν μὲν ἐν τῷ ἐνεστῶτι, τῶν δὲ ἐν τῷ μέλλοντι, εὐλόγως ἡ ἕκτη συζυγία καθαριεύει· καὶ ὃ εἶχε διὰ συμφώ νου χαρακτηρίζεσθαι, διὰ τῶν φωνηέντων ἐν τῇ παραληγούσῃ διαφό ρων ὄντων χαρακτηρίζεται. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα αἱ συζυγίαι ἐκ διαφόρων ὄντων στοιχείων θέλουσι χαρακτηρίζεσθαι, ὡς εἴρηται, πῶς τὴν ἕκτην συζυγίαν διὰ καθαροῦ μόνου τοῦ ˉω λέγομεν χαρακτηρίζεσθαι. Ἔστιν οὖν εἰπεῖν, εἰ καὶ διὰ καθαροῦ τοῦ ˉω λέγομεν αὐτὴν ἐκφέρεσθαι, ἀλλ' οὐ τοῦτο δηλοῦμεν, ὅτι τὸ ˉω ἐστὶ χαρακτηρι στικὸν τῆς ἕκτης συζυγίας, ἀλλ' ὅτι διὰ τῶν πρὸ αὐτοῦ φωνηέντων διαφόρων ὄντων χαρακτηρίζεται, οἷον ἱππεύω κρούω πλέω μηνύω. Τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν προστιθέασι διὰ τοῦ ˉξ καὶ ˉψ, οἷον ἀλέξω ἕψω αὔξω· ἀλλὰ λέγομεν, ὅτι ταῦτα περισπῶνται, ἀλεξῶ γὰρ καὶ αὐξῶ καὶ ἑψῶ φαμὲν περισπωμένως· οἱ μέντοι Ἀθηναῖοι βαρύνουσιν αὐτά, ἀλέξω καὶ ἕψω καὶ αὔξω βαρυτόνως λέγοντες αὐτά· ὅτι γὰρ περι σπῶνται ταῦτα, δηλοῖ ὁ μέλλων ἀλεξήσω καὶ ἑψήσω καὶ αὐξήσω ὢν περιττοσύλλαβος, ὥσπερ ποιῶ ποιήσω, νοῶ νοήσω, φιλῶ φιλήσω· ὁ γὰρ μέλλων ἀπὸ μὲν βαρυτόνων ὑπάρχων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, λέγω λέξω, πλέκω πλέξω, κείρω κερῶ, φθείρω φθερῶ, ἀπὸ δὲ περισπωμένων θεμάτων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, βοῶ βοήσω, χρυσῶ χρυσώσω, καὶ ἐπὶ τῶν ἐχόντων ἓν ˉλ, κἄν τε βαρύ τονά εἰσι κἄν τε περισπώμενα, ὁμοίως μιᾷ συλλαβῇ περιττεύει ὁ μέλ λων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, μέλω μελήσω, ὠφελῶ