πρῶτος ἀόριστος ἐτέθην τροπῇ τῆς ˉμˉαˉι εἰς ˉθˉηˉν καὶ ἀποβολῇ τοῦ κατ' ἀρχὴν συμφώνου· πῶς δὲ κανονίζεται ὁ παθητικὸς πρῶτος ἀόριστος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. ∆εῖ δὲ γινώσκειν, ὅτι ἀπὸ τοῦ τέθεμαι παρακει μένου, τραπείσης τῆς ˉμˉαˉι συλλαβῆς εἰς ˉθˉηˉν, ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ δασέος ˉθ τροπὴ παρηκολούθησε τοῦ πρώτου ˉθ εἰς ˉτ, καὶ γέγονεν ἐτέθην, ὥσπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ πρῶτον ˉθ ἐτράπη καὶ μὴ τὸ τελευταῖον, λέγομεν ὅτι οὐκ ἠδύ νατο τὸ τελευταῖον ˉθ τραπῆναι, ἐπειδὴ ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς εἰς ˉθˉηˉν θέλει λήγειν, οἷον ἐτύφθην. Τούτων οὕτως ἐχόντων τὸ ἐγνώ σθην καὶ ἠδυνάσθην <καὶ ἠδυνήθην> μακρᾷ παραληγόμενα οὐκ εἰσὶν ἀπὸ τῶν εἰς ˉμˉι, ἀλλ' ἀπὸ τῶν εἰς ˉω· εἰ γὰρ ἦσαν ἀπὸ τῶν εἰς ˉμˉι, οὕτως ἤμελλον εἶναι, γνῶμι γνώσω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ˉο, ὥσπερ δίδωμι δώσω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώσω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήσω δεδύνηκα εἶχεν εἶναι δεδύνα μαι καὶ ἐδυνάθην, ὥσπερ βίβημι βήσω βέβηκα βέβαμαι καὶ ἐβάθην (ἐξ οὗ τὸ παρεβάθην)· ἀλλ', ὡς εἴρηται, ἀπὸ τῶν εἰς ˉω εἰσίν. Καὶ τὸ μὲν ἐγνώσθην γέγονε τοῦτον τὸν τρόπον· ἔστι γνώω τῆς ἕκτης συζυγίας, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ <Α 302> ἵνα γνώωσι καὶ οἵδε, καὶ τούτου ὁ μέλλων γνώσω, εἶτα ὁ παρακείμενος ὁ ἐνεργητικὸς ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι, καὶ λοιπὸν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐγνώσθην. Τὸ δὲ ἠδυνάσθην γέγονε τοῦτον τὸν τρόπον· ὡς ἀπὸ τοῦ δυ νάζω <γίνεται> δυνάσω δεδύνακα δεδύνασμαι καὶ ἐδυνάσθην, ὥσπερ φράζω φράσω πέφρακα πέφρασμαι ἐφράσθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη ἠδυνάσθην, ὥσπερ ἔμελλον ἤμελλον· πάλιν ὡς ἀπὸ τοῦ δυνῶ δυνᾷς περισπωμένου τῆς δευτέρας συζυγίας γίνεται δυνήσω δεδύνηκα δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη ἠδυνήθην. Ἐτέθης, ἐτέθη· ἐτέθητον, ἐτεθήτην· ἐτέθημεν, ἐτέθητε, ἐτέ θησαν· εἴρηται. Ἀόριστος δεύτερος ἐν τοῖς παθητικοῖς τῶν εἰς ˉμˉι οὐκ ἔστιν, 355 ἐπειδὴ προελήφθη ὁ χρόνος ἐν τοῖς ἐνεργητικοῖς· καὶ γὰρ ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς μακροκαταληκτεῖν θέλει· ἐπειδὴ οὖν ὁ δεύτερος ἀόριστος <ὁ> ἐνεργητικὸς μακροκαταληκτεῖ ἐν τοῖς εἰς ˉμˉι, οἷον ἔστην ἔγνων ἔδων, τούτου χάριν ὡς προληφθέντος τοῦ χρόνου, ἤγουν τῆς μακροκαταληξίας, ἐν τοῖς ἐνεργητικοῖς ἐπιλέλοιπε τὸ παθητικόν. Ὁ μέντοι ἔστην δεύτερος ἐνεργητικός, ὡς καὶ ὁ τεχνικός φησιν, τὴν μὲν φωνὴν ἔχει ἐνεργητικήν, ὥσπερ τὸ ἔθην καὶ ἔβηνὥσπερ γὰρ ἀπὸ τοῦ θήσω καὶ βήσω ἔθην καὶ ἔβην, οὕτω καὶ ἀπὸ τοῦ στήσω ἔστην τὴν δὲ σημασίαν καὶ τὴν σύνταξιν παθητικὴν ἔχει· ἔστην γὰρ ὑπὸ σοῦ φαμέν, ὥσπερ ἐστάθην ὑπὸ σοῦ, καὶ οὐκ ἔστην σε, ὥσπερ ἔστησά σε [καὶ ἔβην σε] καὶ ἔθην σε. Ἰστέον <δὲ> ὅτι ὥσπερ ὁ ἔστην δεύτερος ἀόριστος ἐνεργητικὸς τῇ μὲν φωνῇ ἐνεργητικός ἐστιν, τῇ δὲ συντάξει παθητικός, οὕτω καὶ ὁ ἥλων δεύτερος ἀόριστος ἐνεργητικός, ἀπὸ τοῦ ἁλώσω μέλλοντος <γινόμενος>, τῇ μὲν φωνῇ ἐνεργητικός <ἐστιν>, ἥλων γάρ, ὡς ἔδων καὶ ἐβίων, τῇ δὲ συντάξει παθητικός· ἥλων γὰρ ὑπὸ σοῦ φαμέν, καὶ οὐχ ἥλων σε· οὗτος δὲ ὁ ἥλων δεύτερος ἀόριστος ἐνεργη τικὸς κατὰ διάλυσιν τοῦ ˉη εἰς τὸ ˉε καὶ ˉα γίνεται ἑάλων, ὥσπερ ἀπὸ τοῦ ἥδω τοῦ σημαίνοντος τὸ εὐφραίνομαι γίνεται ἧδον ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικός, καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς τὸ ˉε καὶ ˉα ἔαδον ἔαδες ἔαδε, καὶ κατὰ πλεονασμὸν τοῦ ˉυ εὔαδε. Μέσου ἀορίστου πρώτου.Ἐθηκάμην. Ἰστέον ὅτι ὁ πρῶτος μέσος ἀόριστος ἐκ τοῦ πρώτου ἀορίστου γίνεται τοῦ ἐνεργητικοῦ προσθέσει τῆς ˉμˉηˉν, <οἷον ἔθηκα ἐθη κάμην>. Ἐθήκω, ἐθήκατο· ἐθηκάμεθον, ἐθήκασθον, ἐθηκάσθην· ἐθηκάμεθα, ἐθήκασθε, ἐθήκαντο. Μέσου ἀορίστου δευτέρου.Ἐθέμην. Ἰστέον ὅτι καὶ ὁ μέσος δεύτερος ἀόριστος ἀπὸ τοῦ δευ τέρου ἀορίστου τοῦ ἐνεργητικοῦ γίνεται, προσθέσει τοῦ ˉμ <καὶ ˉη> καὶ συστολῇ τῆς παραληγούσης, ἤγουν τοῦ ἐν τῇ ληγούσῃ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ φωνήεντος, οἷον ἔδων ἐδόμην, ἔθην ἐθέμην, ἔστην