ἐνεργητικοῦ, προσθήκῃ τῆς μαι, καὶ τοῦ ˉω δηλονότι φυλαττομένου, οἷον ἐὰν τύψω ἐὰν τύψωμαι, ἐὰν γράψω ἐὰν γράψωμαι, ἐὰν ποιήσω ἐὰν ποιήσωμαι. Ἐὰν τύψῃ, ἐὰν τύψη ται· ἐὰν τυψώμεθον, ἐὰν τύψησθον, ἐὰν τύψησθον· ἐὰν τυ ψώμεθα, ἐὰν τύψησθε, ἐὰν τύψωνται. 296 Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος.Ἐὰν τύπωμαι. Ἰστέον ὅτι τὸ ὑποτακτικὸν τοῦ δευτέρου <μέσου> ἀορίστου καὶ μέλλοντος δύναται καὶ ἀπὸ τοῦ δευτέρου μέσου ἀορίστου <Τοῦ ὁριστικοῦ> κανονισθῆναι, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉαˉι καὶ τοῦ ἐν τῇ παραληγούσῃ φωνήεντος εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι· δύνα ται καὶ ἀπὸ τοῦ ὑποτακτικοῦ γενέσθαι τοῦ δευτέρου ἀορίστου καὶ μέλ λοντος τοῦ ἐνεργητικοῦ, προσθήκῃ τῆς ˉμˉαˉι καὶ τοῦ ˉω δηλονότι φυλατ τομένου, οἷον ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λάβω ἐὰν λάβωμαι. Ἐὰν τύπῃ, ἐὰν τύπηται· ἐὰν τυπώμεθον, ἐὰν τύπησθον, ἐὰν τύ πησθον· ἐὰν τυπώμεθα, ἐὰν τύπησθε, ἐὰν τύπωνται. Μετ' ὀλίγον μέλλοντος.Ἐὰν <τε>τύψωμαι. Ἰστέον ὅτι κακῶς παρέθετο τὸ ὑποτακτι κὸν τοῦ μετ' ὀλίγον μέλλοντος· ὁ γὰρ μετ' ὀλίγον μέλλων οὐκ ἔχει ὑποτακτικόν, ἐπειδή, ὡς δέδεικται, οἱ ἀόριστοι καὶ οἱ μέλλοντες ἐν τοῖς ὑποτακτικοῖς συνεζευγμένοι εἰσίν, καὶ ἐκ τῶν ἀορίστων γίνονται τὰ ὑποτακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος· εἰ ἄρα οὖν οὐχ ὑπελείφθη ἄλλος ἀόριστος ὁ ὀφείλων παραληφθῆναι μετὰ τοῦ μετ' ὀλίγον μέλ λοντος καὶ ἀποτελέσαι τὸ ὑποτακτικὸν αὐτοῦ, δηλονότι οὐκ ἔχει ὑποτακτικόν. Πεπλήρωται σὺν θεῷ ἡ τῶν εἰς ˉω ῥημάτων διδασκαλία εὐτυχῶς. Περὶ μετοχῶν.Πληρώσας ὁ τεχνικὸς τὰ εἰς ˉω λήγοντα ῥήματα, ἔρχεται ἀκολούθως καὶ διαλαμβάνει περὶ τῶν μετοχῶν τῶν εἰς ˉω ληγόντων ῥημάτων· περὶ γὰρ τῶν εἰς ˉμˉι ὕστερον διαλαμβάνει. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τρίτην ἐπέχει τάξιν, ἤγουν μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμά ἐστιν, ἐπειδὴ ἡ μετοχὴ οὐδὲν ἄλλο ἐστὶν εἰ μὴ ὄνομα καὶ ῥῆμα· ἃ γὰρ ἔχει, ἢ ἀπὸ τοῦ ὀνόματος ἔχει ἢ ἀπὸ τοῦ ῥήματος· γένη μὲν γὰρ καὶ πτώσεις ἀπὸ τοῦ ὀνόματος ἔχει, ἐνέργειαν δὲ καὶ πάθος καὶ μεσότητα καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, ἀπὸ τοῦ ῥήματος ἔχει· ἐπειδὴ οὖν οὐδὲν ἕτερόν ἐστιν ἡ μετοχὴ εἰ μὴ ὄνομα καὶ ῥῆμα, τούτου χάριν καὶ μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα 297 τέτακται, καὶ διὰ τοῦτο τρίτην ἐπέχει τάξιν. Μετοχὴ δὲ λέγεται, ἐπειδὴ μετέχει τῆς τῶν ὀνομάτων καὶ τῆς τῶν ῥημάτων ἰδιότητος, χωρὶς προσ ώπων τε καὶ ἐγκλίσεων· οὐκ ἔχουσι γὰρ οὔτε πρόσωπα αἱ μετοχαὶ οὔτε θέλημα ψυχῆς, ὅπερ ἐστὶν ἴδιον ἐγκλίσεως· ἔγκλισις γάρ ἐστιν ἡ ψυχικὴ προαίρεσις. Καὶ τῶν μὲν ὀνομάτων μετέχει ἡ μετοχή, καθότι ἔχει πτώσεις καὶ γένη ὁμοίως τοῖς ὀνόμασιν, οἷον τύπτων τύπτοντος τύπτοντι τύπτοντα ὦ τύπτων, ἡ τύπτουσα, τὸ τύπτον, τῶν δὲ ῥημάτων μετέχει, καθότι ἔχει ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτων τετυπώς τυπτόμενος, <καὶ> ἔχει διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, οἷον τύπτων τετυφώς τετυ πώς τύψας τυπών τύψων τυπῶν, ὁμοίως τοῖς ῥήμασιν· οὐκ ἐνηλλάγη γὰρ ἐν τούτοις τοῖς χρόνοις τελείως ἡ φωνή, ἀλλ' ἕκαστος τούτων τῶν χρόνων μετέχει τοῦ ἑτέρου κατὰ τὴν φωνήν· καὶ ὥσπερ ἐν μεταιχμίῳ μεταξὺ δύο στρατευμάτων ἰσοσθενούντων ἕλκεταί τις ἐκ τῶν δύο μερῶν καὶ οὐδετέροις προσχωρεῖ ἀλλὰ μέσος μένει, οὕτω καὶ ἡ μετοχὴ κωλυο μένη ἐκ τῶν ῥηματικῶν κανόνων εἶναι μετὰ τῶν ὀνομάτων, φημὶ δὴ ἐκ τοῦ ἔχειν ἐνέργειαν πάθος μεσότητα καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, ταῦτα γὰρ ἀλλότριά εἰσι τῶν ὀνομάτων, καὶ πάλιν ἐκ τῶν ὀνοματικῶν κανόνων εἶναι μετὰ τῶν ῥημάτων κωλυομένη, φημὶ δὴ ἐκ τοῦ ἔχειν γένη καὶ πτώσεις, ταῦτα γὰρ ἀλλότριά εἰσι τῶν ῥημάτων, μέση μένει, καὶ ἰδίᾳ μέρος λόγου παραλαμβάνεται. Λέγει δὲ ὁ γραμματικὸς Ἰωάννης <ὁ Χάραξ>, ὅτι ὥσπερ ἀπὸ τοῦ ἀνθρώπου τίκτεται ἄνθρωπος καὶ ἀπὸ τοῦ λέοντος λέων, ἀπὸ δὲ ἵππου καὶ ὄνου ἕτερόν τί ποτε τίκτεται, λέγω δὴ ἡμίονος, τὸν αὐτὸν τρόπον καὶ ἡ μετοχὴ ἀπὸ τοῦ