μέλλωντούτου χάριν οὐδὲ ἐν τῷ μέσῳ παρακειμένῳ ἐφυλάχθη· ἐπὶ δὲ τοῦ πείθω <καὶ> λείβω ἐπειδὴ ἐφυλάχθη τὸ ˉι κατὰ τὸν μέλλονταπείσω γὰρ καὶ λείψω ἐστὶν ὁ μέλλων τούτου χάριν καὶ κατὰ τὸν μέσον παρακείμενον ἐφυλάχθη. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι ἡνίκα εὑρεθῇ ἐν τῷ περισπωμένῳ ἐνεστῶτι τὸ ˉε, ἢ ἐν τῷ βαρυτόνῳ ἐνεστῶτι μέν, δι' ἑνὸς δὲ τοῦ ˉλ ἐκφερομένῳ, οὐ τρέπεται εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, ἀλλὰ φυλάττεται, οἷον τελῶ τέτελα, θέλω τέθελα, μέλω μέμελα καὶ τροπῇ τοῦ ˉε εἰς τὸ ˉη μέμηλα, ἐξ οὗ ἡ μετοχὴ μεμηλώς, <Ε 708> μέγα πλούτοιο μεμηλώς. Καὶ εὐλόγως ἐπὶ τούτων οὐ τρέπεται τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, ἐπειδὴ οὐκ ἔστιν ἐπ' αὐτῶν δισύλλαβος 106 ὁ μέλλων, ἀλλ' ὑπὲρ δύο συλλαβάς, οἷον τελέσω θελήσω μελήσω, <Ε 228. Κ 481> μελήσουσιν δέ μοι ἵπποι· εἴρηται δὲ ὅτι ἡνίκα εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ˉε ἢ μόνον ἢ μετὰ τοῦ ˉι, τρέπεται τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ· ἐπὶ τούτων δὲ οὐκ ἔστι δισύλ λαβος ὁ μέλλων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν ὁ ἐνεστὼς τῇ ˉαˉι διφθόγγῳ παραλήγηται, τρέπει αὐτὴν ἐν τῷ μέσῳ παρακειμένῳ εἰς ˉη, οἷον φαίνω πέφηνα, χαίνω κέχηνα, μαίνω (ἐξ οὗ τὸ μαίνομαι) μέμηνα, δαίω (τὸ καίω) δέδηα, καίω κέκηα. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐπὶ τοῦ δεδούπηκα δέδουπα καὶ μεμύκηκα μέμυκα οὐκ ἔχει παραλήγουσαν τὴν αὐτὴν ὁ μέσος παρα κείμενος τῷ ἐνεργητικῷ παρακειμένῳ, ἀλλ' ἡ προπαραλήγουσα τοῦ ἐνεργητικοῦ παρακειμένου παραλήγουσά ἐστι τοῦ μέσου παρακειμένου, ἐπειδὴ οὔτε ἰσοσυλλαβοῦσιν ἀλλήλοις ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος ἐπὶ τούτων, ἀλλὰ μιᾷ συλλαβῇ περιττεύει ὁ ἐνεργητικὸς παρα κείμενος τοῦ μέσου, καὶ τούτου χάριν οὐκ ἔχουσι τὴν αὐτὴν παρα λήγουσαν. Ταῦτα μὲν περὶ τῆς παραληγούσης τοῦ μέσου παρακειμένου. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν λέγομεν, ὅτι ἐπὶ μὲν βαρυ τόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέσος παρα κείμενος, οἷον τύπτω τέτυφα τέτυπα, νύσσω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήσσω πέπληχα πέπληγα, κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περισπω μένων θεμάτων μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέσος παρακεί μενος, οἷον δουπῶ δουπήσω δεδούπηκα δέδουπα, μυκῶ μυκήσω μεμύ κηκα μέμυκα, κτυπῶ κτυπήσω ἐκτύπηκα ἔκτυπα. Καὶ τοῦτο ἐκ τοῦ μέλλοντος γίνεται· ἐπειδὴ γὰρ ὁ μὲν ἐνεργητικὸς παρακείμενος ἐκ τοῦ μέλλοντος κανονίζεται, ὁ δὲ μέσος παρακείμενος ἐκ τοῦ ἐνεστῶτος κανονίζεται, εἰκότως ὅτε μὲν ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος <ὁ> ἐκ τοῦ μέλλοντος κανονιζόμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ τῷ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένῳ, οἷον τύπτω τύψω τέτυφα τέτυπα, νύσσω νύξω νένυχα νένυγα· ὅτε δὲ ὁ μέλλων περιττοσυλλαβεῖ τοῦ ἐνεστῶτος, τότε καὶ ὁ ἐνεργητικὸς παρα κείμενος ὁ ἐκ τοῦ μέλλοντος κανονιζόμενος περιττοσυλλαβεῖ τοῦ μέσου παρακειμένου τοῦ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένου, οἷον κτυπῶ κτυ πήσω ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω δεδούπηκα δέδουπα. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι τότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι, 107 ἡνίκα ἀπὸ τῶν περισπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸς παρακεί μενος τρισύλλαβος καὶ ἀπὸ ἑνὸς τῶν ἀφώνων ἀρχόμενος ἢ ἀπὸ μόνου τοῦ ˉε, οἷον θλῶ θλάσω τέθλακα, κλῶ κλάσω κέκλακα, σμῶ σμήσω ἔσμηκα, δρῶ δράσω δέδρακα, ζῶ ζήσω ἔζηκα. Καὶ τοῦτο εὐλόγως, ἐπειδὴ ὁ ἐνεργητικὸς παρακείμενος ἀπὸ περισπωμένων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει τοῦ μέσου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα· εἰ ἐποιήσαμεν οὖν μέσον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ <δὴ> τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα καὶ ἔσμηκα καὶ ἔζηκα, ἤμελλεν ὁ μέσος παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰς δισυλλαβίαν περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον· σπανίως γὰρ εὑρίσκεται δισύλλαβος παρακείμενος ἐν χρήσει· σπανίως δὲ εἶπον διὰ τὸ οἶδα, οἷον <Η 238> οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ