ἔχοντα τὸ ˉμ κλιτικὸν τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν ποιοῦσιν· καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν, ὅτε ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, οἷον ἐπεποιήμην ἐπεποίητο, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτι θέμην ἐτίθετο, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἱστάμην ἵστατο, ἱστάς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐδιδόμην ἐδίδοτο, διδούς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτυψάμην ἐτύψατο, τύψας γὰρ ἡ ἐνεργητικὴ μετοχή· ἢ τρέ πουσι τὴν παραλήγουσαν, ὅτε μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, οἷον ἐτυπτόμην ἐτύπτετο, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτυπόμην ἐτύ πετο, τυπών γὰρ ἡ ἐνεργητικὴ μετοχή· τὰ δὲ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν· ἔστι γὰρ ἐποιεόμην ἐποιέετο, καὶ κατὰ κρᾶσιν τοῦ μὲν ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐποιού μην, ὥσπερ χάλκεος χαλκοῦς, τῶν δὲ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον γίνεται ἐποιεῖτο, ὥσπερ Πηλέες Πηλεῖς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῷ ἐποιεῖτο τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ἐκράθησαν καὶ μὴ εἰς τὸ ˉη· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τὰ εἰς ˉμˉηˉν καὶ τὰ εἰς ˉτˉο τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον ἐτυπτόμην ἐτύπτετο, ἐλεγόμην ἐλέγετο, ἐβοώμην ἐβοᾶτο, ἐχρυ σούμην ἐχρυσοῦτο, ἐστεφανούμην ἐστεφανοῦτο, ὠρθούμην ὠρθοῦτο· εἰ οὖν τὸ ἐποιούμην διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγου σαν, δηλονότι καὶ τὸ ἐποιεῖτο ἀναγκάζεται διὰ δύο φωνηέντων ἐκφέ ρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εὐλόγως εἰς τὴν ˉεˉι δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ ˉη. Πάλιν ἐστὶν ἐβοαόμην ἐβοάετο, καὶ κατὰ κρᾶσιν τοῦ μὲν ˉα καὶ ˉο εἰς τὸ ˉω γίνεται ἐβοώμην, ὥσπερ ἐτύψαο ἐτύψω, ἐλούσαο ἐλούσω, τοῦ δὲ ˉα καὶ ˉε εἰς ˉα μακρὸν γίνεται ἐβοᾶτο, ὥσπερ τὰ ἐμά τἀμά· καὶ πάλιν ἐστὶν ἐχρυσοόμην ἐχρυ σόετο, καὶ κατὰ κρᾶσιν τῶν μὲν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρυσούμην, ὥσπερ νόος νοῦς, τοῦ δὲ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρυσοῦτο, ὥσπερ τὸ ἐμόν τοὐμόν. Πρόσκειται δὲ ἐν τῷ κανόνι 184 ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τοῦτο γὰρ εἰς ˉμˉηˉν λῆγον οὐ τρέπει τὴν ˉμˉηˉν εἰς ˉτˉο καὶ ποιεῖ τὸ τρίτον πρόσωπον, ἐδάμη γάρ ἐστι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, ἀλλ' οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ [κλιτικόν]. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περιττῶς προσέθηκε τὸ ὀξύτονον ὁ τεχνικός, οἷον τὴν δὲ παραλήγουσαν τρέπει, ὅταν μὴ ἔχῃ τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς ὀξύτονον· ἤρκει γὰρ εἰπεῖν εἰς ˉς μόνον· ἰδοὺ γὰρ τὸ ἐτυ ψάμην ἐτύψατο τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μόνον ἔχει, οὐ μὴν καὶ ὀξύτονον, τύψας γάρ ἐστι, καὶ ὅμως ἐφύλαξε τὴν παραλήγουσαν. ∆υϊκά. Ἐτυπτόμεθον, ἐτύπτεσθον, ἐτυπτέσθην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ ἐνταῦθα, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι οὔτε εἰς ˉτˉαˉι λήγει, ἐτύπτοντο γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου προσώπου τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἐτύπτεσθον ἐτυπτέσθην. Πληθυντικά. Ἐτυπτόμεθα, ἐτύπτεσθε, ἐτύπτοντο. Παρακείμενος.Τέτυμμαι. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρακειμένου διαλαμβάνει· καὶ ἰστέον ὅτι ὁ παθητικὸς παρακείμενος ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλους εἰς ˉμˉαˉι, οἷον πεποίηκα πεποίημαι· καθόλου γὰρ πᾶς παθητικὸς παρακείμενος εἰς ˉμˉαˉι λήγει, οἷον νενόημαι τετέλεσμαι λέλεγμαι. Καὶ δεῖ γινώσκειν, ὅτι οἱ μὲν εἰς ˉφˉα ἐνεργητικοὶ παρακείμενοι τρέπουσι τὴν ˉφˉα εἰς ˉμˉαˉι καὶ ἕτερον ˉμ προσλαμβάνουσιν, οἷον τέτυφα τέτυμμαι, γέγραφα γέγραμμαι, κέκοφα κέκομμαι, νένιφα νένιμμαι, ἔρραφα ἔρραμ μαι· ἢ λέγομεν ὅτι τρέπουσι τὸ ˉα εἰς ˉμˉαˉι καὶ τὸ ˉφ εἰς ˉμ. Οἱ δὲ εἰς ˉχˉα παρακείμενοι ἐνεργητικοὶ τρέπουσι τὴν ˉχˉα εἰς ˉμˉαˉι καὶ προσλαμβά νουσι τὸ ˉγ, οἷον νένυχα νένυγμαι, πέπληχα πέπληγμαι, ὤρυχα ὤρυγμαι, πέπηχα πέπηγμαι, τετίναχα τετίναγμαι, πέπλεχα πέπλεγμαι· ἢ λέγομεν ὅτι τρέπουσι τὸ ˉα εἰς ˉμˉαˉι καὶ τὸ ˉχ εἰς ˉγ. Οἱ δὲ εἰς ˉκˉα