λαμβάνονται καὶ ἐπὶ πάθους· ἰδοὺ γάρ ἐστι τέτηκα καὶ τέτυπα, καὶ ἰδοὺ ὁ αὐτὸς σχημα τισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ μέσου παρακειμένου εἰσίν, καὶ ὅμως τὸ μὲν σημαίνει ἐνέργειαν, τὸ δὲ πάθος· τὸ μὲν γὰρ τέτυπα ἐνέργειαν σημαίνει, ἀντὶ γὰρ τοῦ ἔτυψα ἐστίν, τὸ δὲ τέτηκα πάθος, ἀντὶ γὰρ τοῦ ἐτάκην ἐστίν· καὶ πάλιν ἐστὶν ἐτυψάμην καὶ ἐλου σάμην, καὶ ἰδοὺ ὁ αὐτὸς σχηματισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ πρώτου μέσου ἀορίστου εἰσίν, καὶ ὅμως τὸ μὲν σημαίνει ἐνέργειαν, τὸ δὲ πάθος· τὸ μὲν γὰρ ἐτυψάμην ἐνέργειαν σημαίνει, ἀντὶ γὰρ τοῦ ἔτυψα ἐστίν, τὸ δὲ ἐλουσάμην πάθος, ἀντὶ γὰρ τοῦ ἐλούσθην ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. 101 Ζητοῦσι δὲ περὶ τῆς μέσης διαθέσεως λέγοντες, εἰ ἄρα ἰδίᾳ παρα λαμβάνεται ἡ μέση διάθεσις, τουτέστιν εἰ ἑτέρα διάθεσίς ἐστι παρὰ τὴν ἐνέργειαν καὶ τὸ πάθος, ἢ μετὰ τῶν ἐνεργητικῶν καὶ παθητικῶν ἐστιν, ὥσπερ καὶ τὰ κοινὰ καὶ τὰ ἐπίκοινα οὐ λέγομεν ἕτερον γένος εἶναι παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκόν, ἀλλὰ μετὰ τῶν ἀρσενικῶν καὶ θηλυκῶν παραλαμβάνονται· ἢ ἐὰν δῶμεν ἰδίαν διάθεσιν τὴν μέσην διάθεσιν, παράσχωμεν ἕτερον γένος καὶ τὰ κοινὰ καὶ τὰ ἐπίκοινα. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ κοινὰ καὶ τὰ ἐπίκοινα οὐ δύνανται εἶναι ἕτερον γένος παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκόν, ἐπειδὴ οὔτε ἰδίαν φωνὴν ἔχουσιν οὔτε ἴδιον σημαινόμενον οὔτε ἴδια ἄρθρα· αἱ γὰρ φωναὶ αὐτῶν ἢ ἀρσενικαί εἰσιν ἢ θηλυκαί, καὶ τὰ ἄρθρα αὐτῶν ὁμοίως ἢ ἀρσενικά εἰσιν ἢ θηλυκά, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ ἵππος καὶ ἡ ἵππος, ὁ ἀετός καὶ ἡ χελιδών ἡ δὲ μέση διάθεσις ἔχει ἰδίας φωνάς, οἷον τέτυπα ἐτετύ πειν, ἐτυψάμην ἐτυπόμην, τύψομαι τυποῦμαι, καὶ εὐλόγως ἑτέρα διά θεσίς ἐστι παρὰ τὰ ἐνεργητικὰ καὶ τὰ παθητικά. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ζῶ πλουτῶ ὑπάρχω οὐδέτερα λέγονται, ἐπειδὴ οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῦσιν. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα μέσον ἐστὶ τὸ ἑκατέρου μετέχον ἢ τὸ οὐδετέρου μετέχον, ἑκατέρου μέν, ὥσπερ τὸ φαιὸν ἤγουν τὸ μύϊνον, τοῦτο γὰρ καὶ λευκοῦ καὶ μέλανος μετέχει, οὐδετέρου δέ, ὡς ἐπὶ τοῦ δειπνεῖν καὶ λούεσθαι καὶ περιπατεῖν, ταῦτα γὰρ μέσα εἰσὶν ἀρετῆς καὶ κακίας, ἐπειδὴ ταῦτα καθ' ἑαυτὰ παραλαμβανόμενα οὐ μετέχουσιν οὔτε ἀρετῆς οὔτε κακίας, διὰ ποίαν αἰτίαν ταῦτα, φημὶ δὴ τὸ ζῶ πλουτῶ ὑπάρχω, μήτε ἐνεργείας μετέχοντα μήτε πάθους οὐ καλοῦνται μέσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται ταῦτα εἶναι τῆς μέσης διαθέσεως, ἐπειδὴ ἡ μέση διάθεσις τὸν ἐνεστῶτα καὶ τὸν παρατατικὸν ἐν τύπῳ φωνῆς παθητικῆς ἔχει, σημαι νομένῳ δὲ ἐνεργητικῷ, οἷον βιάζομαί σε ἐβιαζόμην σε, κολάζομαί σε ἐκολαζόμην σε, γράφομαί σε <ἐγραφόμην σε>, ταῦτα δέ, φημὶ δὴ τὸ ζῶ πλουτῶ ὑπάρχω, φωνὴν ἐνεργητικὴν ἔχουσιν, εἰς ˉω γὰρ λήγουσιν, καὶ δηλονότι οὐ δύνανται εἶναι μέσης διαθέσεως. Καὶ ἄξιόν ἐστι ζητῆσαι, τί οὖν; ἔχομεν δοῦναι αὐτὰ τετάρτης δια θέσεως, ἵνα εἴπωμεν τετάρτην διάθεσιν εἶναι τὴν οὐδετέραν; Λέγομεν ὅτι πρῶτον μὲν σπάνιά εἰσι ταῦτα καὶ οὐ δύνανται ἰδίαν ποιῆσαι καὶ ἀποτελέσαι διάθεσιν· δεύτερον δὲ οὔτε ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ φωναὶ αὐτῶν ἐνεργητικαί εἰσιν, ὅθεν καὶ ὑπὸ τὰ ἐνεργητικὰ ἄγονται. 102 Τρίτον δὲ εἰ παράσχοιμεν τὴν οὐδετέραν διάθεσιν εἶναι, τάξιν ἐπέχειν οὐ δύναται· οὔτε γὰρ τρίτη δύναται εἶναι, τουτέστι μετὰ τὰ ἐνεργη τικὰ καὶ τὰ παθητικά, ἐπειδὴ οὐκ ἐᾷ ἡ μέση διάθεσις· ἐὰν γὰρ εὑρεθῇ τετάρτη ἡ μέση διάθεσις, μέλλει μετέχειν καὶ τῆς οὐδετέρας, ὅπερ οὐκ ἔστιν· ἄλλως τε δὲ ὥσπερ ἡ μετοχή, μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος, μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἡ μέση διάθεσις, μετέχουσα ἐνεργείας καὶ πάθους, μετὰ τὴν ἐνέργειαν καὶ τὸ πάθος τέτακται· ἀλλ' οὔτε δὲ τετάρτην ἐπέχειν τάξιν δύναται ἡ οὐδετέρα, ἐπειδὴ οὐδέτερόν ἐστι τὸ δύο τινῶν προϋποκειμένων ποιούμενον ἀναίρεσιν, ὡς ἐπὶ τῶν ὀνομάτων· καὶ γὰρ τὸ οὐδέτερον γένος δύο γενῶν προϋποκειμένων ποιεῖται ἀναίρεσιν, τουτέστιν ἀρσενικοῦ καὶ θηλυκοῦ· ἐὰν οὖν τετάρτη εὑρεθῇ ἡ οὐδετέρα διάθεσις, εὑρίσκεται τριῶν τινων προϋποκειμένων ποιουμένη ἀναίρεσιν, λέγω δὴ ἐνεργείας πάθους καὶ μεσότητος, ὅπερ ἐστὶν ἄτοπον.