τῶν πληθυντικῶν. Πληθυντικά. Τυπτοίμεθα. Εἴρηται ἐν τοῖς ὁριστικοῖς, ὅτι πᾶν πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, πεποίημαι πεποιήμεθα, ἐτυψάμην ἐτυψάμεθα· οὕτως <οὖν> καὶ τυπτοί μην τυπτοίμεθα καὶ τυψαίμην τυψαίμεθα. Τύπτοισθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικὸν τρέπον τὴν τελευταίαν συλλαβὴν εἰς ˉθˉε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, καὶ τὸ ˉς προσλαμβάνει τὸ δεύτερον τῶν πληθυντικῶν, οἷον τύπτεται τύπτεσθε, πεποίηται πεποίησθε, ἐτύ ψατο ἐτύψασθε, εἰ δὲ συμφώνῳ παραλήγεται, φυλάττει αὐτό, οἷον κέκαρται κέκαρθε, τέτιλται τέτιλθε, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ ἀσυν 270 ταξίαν τραπῇ εἰς τὸ δασύ, οἷον νένυκται νένυχθε, τέτυπται τέτυφθε· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλ ληψιν, οἷον <κτύπος> πτῶσις φθόνος χθών ἑβδομάς ἐρίγδουπος· οὕτω καὶ ἀπὸ τοῦ τύπτοιτο γίνεται τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉθˉε, καὶ τοῦ ˉς προσελθόντος διὰ τὸ καθαριεύειν τὸ ˉτ. Ἰστέον δὲ ὅτι οἱ λοιποὶ προσδιορισμοὶ τοῦ κανόνος τούτου οὐχ ἁρμόζουσι τοῖς εὐκτικοῖς· τὸ γάρ εἰ δὲ ψιλῷ παραλήγε ται, εἰς δασὺ αὐτὸ τρέπει, οὐχ ἁρμόζει τοῖς εὐκτικοῖς, οὐδὲ γὰρ ἔχουσι τὰ εὐκτικὰ ἐν τῷ τρίτῳ προσώπω τῶν ἑνικῶν πρὸ τοῦ ˉτ ψιλόν, ἢ ὅλως δύο σύμφωνα, οἷον τύπτοιτο τύψοιτο λάβοιτο· ἀλλ' ἔστιν εἰπεῖν, ὅτι ἐν τοῖς ὁριστικοῖς εὑρίσκεται πολλάκις ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν πρὸ τοῦ ˉτ ψιλόν, οἷον τέτυπται νένυκται, ὅπου καὶ ἐν πρώτοις ἐλέχθη ὁ κανὼν οὗτος· ἐνταῦθα οὖν ἐκείνου τοῦ κανόνος μνημονεύει τοῦ προλεχθέντος τοῦ καθολικοῦ, καὶ οὐκ ἠδύνατο παραλιπεῖν τὸν προσδιορισμὸν τοῦτον, εἰ καὶ μὴ ἔστιν ἐν τοῖς εὐκτικοῖς πρὸ τοῦ ˉτ ψιλόν, ἐπειδὴ μερικὸν ἐποίει τὸν κανόνα καὶ οὐκέτι εὑρίσκεται λέγων τὸν κανόνα τὸν εἰρημένον ἀνωτέρω. Τύπτοιντο. Εἴρηται, ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικόν, πρὸ τοῦ ˉτ λαμβάνον τὸ ˉν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ, οἷον τύπτεται τύπτονται ὅτι τύπτομαι, πεποίηται πεποίηνται ὅτι πεποίημαι· οὕτως οὖν καὶ τύπτοιτο τύπτοιντο ὅτι τυπτοίμην. Παρακειμένου καὶ ὑπερσυντελίκου.Τετυμμένος εἴην. Ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ ˉμ σύμφωνον, τότε τῷ κοινῷ κανόνι γίνε ται τὸ εὐκτικόν, τουτέστι τρέπον τὴν ἐσχάτην εἰς ˉμˉηˉν καὶ πρὸ τοῦ ˉμ δεχόμενον τὸ ˉι, οἷον τέθεμαι τεθείμην, κέκλημαι κεκλῄμην, δέδεμαι δεδείμην, πεποίημαι πεποιῄμην, νενόημαι νενοῄμην, τῆς ἐν ἀρχαῖς κλι τικῆς ἐκτάσεως φυλαττομένης, ἐπειδή, <ὡς> ἐν τοῖς προλαβοῦσιν ἐμά θομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτι κὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει <αὐτὴν> οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ἡνίκα δὲ ὁ παθητικὸς παρακείμενος ὁ ὁριστι κὸς ἔχει πρὸ τοῦ ˉμ σύμφωνον ἢ τὸ ˉυ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ 271 μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· σύμφωνον μὲν πρὸ τοῦ ˉμ, οἷον τέτυμμαι τετυμμένος εἴην, κέκαρμαι κεκαρμένος εἴην, λέλεγμαι λελεγμένος εἴην, τὸ δὲ ˉυ πρὸ τοῦ ˉμ, οἷον τέθυμαι τεθυμένος εἴην, λέ λυμαι λελυμένος εἴην, πεπαίδευμαι πεπαιδευμένος εἴην, λέλουμαι λελου μένος εἴην. ∆ιὰ τοῦτο δὲ <τοῦτο> γίνεται, ἐπειδὴ τὰ εἰς ˉμˉηˉν εὐκτικὰ θέλουσι πρὸ τοῦ ˉμ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ˉι, οἷον τυπτοίμην τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ τὸ ˉυ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ˉι πρὸ τοῦ ˉμ προσερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐστὶν ἀδύνατον· ὡς γὰρ πολ λάκις ἐμάθομεν, οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά· ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ σύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ˉι πρὸ τοῦ ˉμ προσερχομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐσπαρίμην, καὶ οὐκέτι εὑρίσκεται πρὸ τοῦ ˉμ τὸ ˉι ἐν διφθόγγῳ, ὅπερ ἐστὶν