ζευγνῦσι ζευγνύασι, καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ 336 γάρ, φησίν, ἐν τῷ ∆ημοσθένεας ∆ημοσθένεις τὸ ˉε καὶ ˉα εἰς τὴν ˉεˉι δίφθογγον συναιρεῖται, καὶ πάλιν ἐν τῷ ἰχθύας ἰχθῦς τὸ ˉυ καὶ ˉα εἰς τὸ ˉυ συναιρεῖται, καὶ πάλιν ἐν τῷ βόας βοῦς τὸ ˉο καὶ ˉα εἰς τὴν ˉοˉυ δίφθογγον συναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖσι τιθέασιν ἡ ˉεˉι δίφθογ γος εἰς τὸ ˉε καὶ ˉα διῃρέθη, καὶ ἐν τῷ ζευγνῦσι ζευγνύασι τὸ ˉυ εἰς τὸ ˉυ καὶ ˉα διῃρέθη, καὶ ἐν τῷ διδοῦσι διδόασιν ἡ ˉοˉυ δίφθογγος εἰς τὸ ˉο καὶ ˉα διῃρέθη. Καὶ ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι ἐν ταῖς αἰτιατικαῖς ταύταις οὐκ ἐγένετο συναίρεσις, ἀλλ' ὁμοφωνία ἐστὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν πρὸς τὴν ἰδίαν εὐθεῖαν· καθόλου γάρ, ὡς ἐν τῷ Ὀνό ματι μεμαθήκαμεν, πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ˉς λήγουσα καὶ συνῃρη μένη κατὰ τὴν τελευταίαν συλλαβὴν ἔχει τὴν ἰδίαν αἰτιατικὴν ὁμόφωνον αὐτῇ δηλονότι καὶ τὴν κλητικήν, οἷον οἱ εὐσεβεῖς τοὺς εὐσεβεῖς ὦ εὐσεβεῖς, οἱ ἰχθῦς τοὺς ἰχθῦς ὦ ἰχθῦς, οἱ βοῦς τοὺς βοῦς ὦ βοῦς. Ὁ δὲ Ἀπολλώνιος λέγει, ὅτι οὐκ ἐγένοντο ταῦτα κατὰ διαίρεσιν, φημὶ δὴ τὸ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι ζευγνύασιν, ἀλλὰ κατὰ τὴν δοκοῦσαν διαίρεσιν, τουτέστιν, ὡς εἴρηται, κατὰ συστολὴν τῆς παραληγούσης καὶ προσόδῳ τοῦ ˉα· τὰ γὰρ διαιρούμενα εἰς αὐτὰ διαι ροῦνται, ἐξ ὧν καὶ συνίστανται, οἷον τὸ ˉη ἐκ τοῦ ˉε καὶ ˉα συνίσταται, ὡς ἐν τῷ βέλεα βέλη, ἀλλὰ διαλυόμενον εἰς τὸ ˉε καὶ ˉα διαλύεται, οἷον Ξέρξην Ξέρξεα, ἦν ἔα, ἀντὶ τοῦ ὑπῆρχον, <οἷον> <Ε 887> ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν· πάλιν ἡ ˉεˉι δίφθογγος ἐκ τῶν δύο ˉεˉε συνίσταται, οἷον ∆ημοσθένεες ∆ημοσθένεις, ἀλλὰ διαλυομένη εἰς τὰ δύο ˉεˉε διαλύεται, οἷον ἐτετύφει ἐτετύφεεἐν γὰρ τῷ ἐτετύ φειν ἐτετύφεα διὰ τοῦ ˉα εἰς τὸ ˉε καὶ ˉα ἡ ˉεˉι δίφθογγος διελύθη καὶ οὐκ εἰς δύο ˉεˉε, ἐπειδὴ τὸ ˉε οὐκ ἔστι χαρακτηριστικὸν πρώτου προσώπου ἑνικοῦ, τὸ δὲ ˉα ναί, οἷον ἔτυψα· εἰ ἄρα οὖν τὸ ˉε καὶ ˉα οὐ συναιρεῖται εἰς τὴν ˉεˉι δίφθογγον, οἷον τείχεα τείχη, ἄρα οὔτε ἡ ˉεˉι δίφθογγος διαιρεθήσεται εἰς τὸ ˉε καὶ ˉα· οὐκοῦν τὸ τιθεῖσι γεγονὸς τιθέασι κατὰ τὴν δοκοῦσαν διαίρεσιν γέγονεν, καὶ οὐ κυρίως διῃρέθη· καὶ πάλιν τὸ ˉυ καὶ ˉα οὐ συναιρεῖται εἰς τὸ ˉυ, ἄρα οὖν οὔτε τὸ ˉυ ἐν τῷ ζευγνῦσι ζευγνύασι διαιρεθήσεται κυρίως εἰς τὸ ˉυ καὶ ˉα· καὶ πάλιν τὸ ˉο καὶ ˉα οὐ συναιρεῖται εἰς τὴν ˉοˉυ δίφθογγον, ἄρα οὖν οὔτε ἡ ˉοˉυ δίφθογγος ἐν τῷ διδοῦσι διδόασι διαλυθήσεται κυρίως εἰς τὸ ˉο καὶ ˉα· περὶ γὰρ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν, ἣν παρέθετο ὁ Ἡρωδιανός, εἰρή καμεν, ὡς οὐκ ἐγένετο κατὰ συναίρεσιν, ἀλλ' ὁμοφωνία ἐστὶ τῆς εὐθείας 337 τῶν πληθυντικῶν. Λέγουσι δέ τινες, ὅτι ἐπειδὴ μακροῖς παραλήγονται ταῦτα, τούτου χάριν κατὰ τὴν δοκοῦσαν διαίρεσιν γεγόνασιν· κακῶς δὲ λέγουσιν, τούτου γὰρ χάριν ὤφειλον καὶ τὰ ἀπὸ τῶν εἰς ˉω διαιρεῖσθαι, καὶ αὐτὰ γὰρ μακρᾷ παραλήγονται, οἷον τύπτουσιν· καθόλου γὰρ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον πεποίθασιν· ὤφειλεν οὖν καὶ ἐν τῷ τύπτουσι γενέσθαι διαίρεσις· ὥστε οὖν κακῶς λέγουσιν. Μήποτε οὖν ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, ἵνα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοτονήσῃ τῷ ἰδίῳ πρώτῳ πληθυντικῷ· καθόλου γὰρ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν θέλουσιν ὁμοτονεῖν τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς, οἷον τύπτομεν τύπτουσι, τετύφαμεν τετύφασιν, ἐλέξαμεν ἔλεξαν· ταῦτα <γὰρ> εἰ καὶ μὴ ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, ἀλλ' οὖν τὸν αὐτὸν τόνον ἔχουσιν, ἀμφότερα γὰρ προπαροξύνονται· ἐνταῦθα οὖν ἐν τοῖς εἰς ˉμˉι, ἐπειδὴ οὐχ ὁμοτονοῦσι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τοῖς ἰδίοις πρώτοις πληθυντικοῖςτὰ μὲν γὰρ τρίτα πρόσωπα προπερισπῶνται, τὰ δὲ πρῶτα προπαροξύνον ται, οἷον τίθεμεν τιθεῖσι, δίδομεν διδοῦσι, ζεύγνυμεν ζευγνῦσιτούτου χάριν γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, οἷον τιθέασι διδόασι ζευγνύα σιν, ἵνα ὁμοτονήσωσι τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς καὶ προπαρο ξυνθῶσιν ὁμοίως αὐτοῖς, οἷον τίθεμεν [τιθέαμεν] τιθέασι, δίδομεν [διδόαμεν] διδόασι, ζεύγνυμεν