ἔγραψα ἔγραφον, ῥάπτω ῥάψω ἔρραψα ἔρραφον, κείρω κερῶ ἔκειρα ἔκαρον. Ἕτεροι δὲ λέγουσιν, ὅτι εὐλόγως ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ δεύ τερος ἀόριστος τῷ πρώτῳ ἀορίστῳ, ἀπὸ δὲ περισπωμένων μιᾷ αὐτοῦ ἐνδεῖ, ἐπειδὴ συγγένειαν ἔχει ὁ πρῶτος ἀόριστος πρὸς τὸν πρῶτον μέλλοντα, καὶ ὁ δεύτερος ἀόριστος πρὸς τὸν δεύτερον μέλλοντα· καὶ γὰρ ὁ μὲν πρῶτος ἀόριστος ἐκ τοῦ πρώτου μέλλοντος κανονίζεται, ὁ δὲ δεύτερος μέλλων ἐκ τοῦ δευτέρου ἀορίστου· ἐπειδὴ οὖν ἡνίκα βαρύ νεται τὸ θέμα, ὁ πρῶτος μέλλων καὶ ὁ δεύτερος μέλλων ἰσοσυλλαβοῦσιν, οἷον τύπτω τύψω τυπῶ, κείρω κερῶ καρῶ, τούτου χάριν καὶ ὁ πρῶτος ἀόριστος καὶ ὁ δεύτερος ἰσοσυλλαβοῦσιν, οἷον ἔτυψα ἔτυπον, ἔκειρα ἔκαρον· ἐπειδὴ <δὲ> ἡνίκα περισπᾶται τὸ θέμα ἤγουν ὁ ἐνεστώς, ἐνδεῖ μιᾷ συλλαβῇ ὁ δεύτερος μέλλων τοῦ πρώτου μέλλοντος, οἷον κτυπῶ κτυπήσω κτυπῶ, δουπῶ δουπήσω δουπῶ, τούτου χάριν τότε καὶ ὁ δεύ τερος ἀόριστος ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρώτου ἀορίστου, οἷον ἐκτύπησα ἔκτυπον, ἐδούπησα ἔδουπον. ∆ιακρίνεται δὲ ὁ κτυπῶ καὶ δουπῶ μέλ λων ἐκ τοῦ κτυπῶ καὶ δουπῶ ἐνεστῶτος, ὅτι ὁ μὲν δεύτερος μέλλων οὐκ ἔχει ἐντέλειαν, ὁ δὲ ἐνεστὼς ἔχει ἐντέλειαν, οἷον κτυπέω δουπέω. Ταῦτα μὲν ἐν τούτοις. 134 Ἰστέον δὲ ὅτι ἡ πρώτη ἐστὶν αἰτία κρείττων ἡ ἐκ τοῦ μέλλοντος καὶ ἐνεστῶτος· εἰ γὰρ ἐκ τοῦ <πρώτου> μέλλοντος κανονίζεται ὁ πρῶ τος ἀόριστος, ἀλλ' οὖν ὁ δεύτερος ἀόριστος ἐκ τοῦ δευτέρου μέλλοντος οὐ κανονίζεται, ἵνα ἀκολουθήσῃ αὐτῷ, ἀλλ' ἐκ τοῦ ἐνεστῶτος, τοὐναν τίον δὲ ὁ δεύτερος μέλλων ἐκ τοῦ δευτέρου ἀορίστου κανονίζεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλάκις συνεμπίπτουσιν ἀλλήλοις ὁ παρατατικὸς καὶ ὁ δεύτερος ἀόριστος, ὡς ἐπὶ τοῦ ἔγραφον καὶ ἔλεγον· δεῖ γὰρ γινώσκειν, ὅτι ταῦτα καὶ παρατατικοῦ εἰσι καὶ δευτέρου ἀορίστου· καὶ παρατατικοῦ μέν, ὡς δηλοῖ ἡ μετοχὴ ἡ γράφων, ὡς ἀπὸ βαρυτόνων θεμάτων, ὥσπερ ἔτυπτον τύπτων, ἔκοπτον κόπτων· εἰ γὰρ ἦσαν δευ τέρου ἀορίστου, ὀξύνεσθαι ὤφειλεν ἡ μετοχή· αἱ γὰρ εἰς ˉωˉν μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, οἷον τυπών δραμών λαβών φαγών πιών δακών παθών τυχών λαχών, χωρὶς τοῦ πέφνων, ὅπερ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων· δευτέρου δὲ ἀορίστου εἰσὶ τὸ ἔγραφον καὶ ἔλεγον, ὡς δηλοῖ ὁ ἐγράφην καὶ ἐλέγην παθητικὸς δεύτερος ἀόρι στος· ὁ γὰρ παθητικὸς δεύτερος ἀόριστος ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἔτυπον ἐτύπην, ἔγρα φον ἐγράφην, ἔσταλον ἐστάλην, ἔνυγον ἐνύγην, ἔκαον ἐκάην. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς παραληγούσης τοῦ δευτέρου ἀορίστου ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ὑπάρχων ὁ δεύτερος ἀόριστος βρα χείᾳ θέλει παραλήγεσθαι, οἷον τύπτω ἔτυπον, πείθω ἔπιθον (ἐξ οὗ τὸ πιθεῖν ἀπαρέμφατον, ὥσπερ λαβεῖν, καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν, <Ι 184> ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο), τεύχω ἔτυχον, ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον, λήβω ἔλαβον, λήκω ἔλακον, δήκω ἔδακον, φήγω ἔφαγον, μήθω ἔμαθον, πήθω ἔπαθον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πρήθω ἔπραθον (ἐξ οὗ τὸ ἐπράθην), τρώγω ἔτραγον, φεύγω ἔφυγον, καίω ἔκαον (ἐξ οὗ τὸ ἐκάην)· ἀπὸ δὲ περισπωμένων ἀδιαφορεῖ ἡ παραλήγουσα πῇ μὲν συστελ λομένη, οἷον μυκῶ ἔμυκον, κτυπῶ ἔκτυπον, πῇ δὲ φυλαττομένη μακρά, οἷον ὀλισθῶ ὤλισθον, χραισμῶ ἔχραισμον, δουπῶ ἔδουπον. Καὶ ζητεῖ ὁ Φιλόπονος, διατί ποτὲ μὲν συστέλλεται ἡ παραλήγουσα τοῦ δευ τέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, ποτὲ δὲ φυλάττεται μακρά· καὶ λέγει, ὅτι τὰ ἔχοντα δύο σύμφωνα μακρὰν φυλάττουσι τὴν παρα λήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπωμένων, οἷον χραισμῶ 135 ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι τὴν παραλήγου σαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπωμένων, οἷον ληκῶ ἔλακον. Οὐκ ἀκριβῶς δὲ λέγει, ἰδοὺ γὰρ τὸ δουπῶ ἔδουπον μὴ ἔχον δύο σύμ φωνα ἐφύλαξε μακρὰν τὴν παραλήγουσαν. Πάλιν ζητοῦσι,