εὐλόγως· τῷ μὲν γὰρ <ˉω> οὐ <παραλήγονται, ἵνα μὴ> εὑρεθῇ ἀλλεπάλληλον τὸ ˉω, τῷ δὲ ˉα οὐ παραλήγονται, ἐπειδὴ ἡ ἐντέ 163 λεια τῆς δευτέρας συζυγίας τῶν περισπωμένων διὰ τοῦ ˉα <ἐστίν, οἷον βοάω> περάω· ἵνα οὖν μὴ δόξωσι κατὰ τὴν φωνὴν συνεμπίπτειν τῇ ἐντελείᾳ, τούτου χάριν οὔτε παραλήγονται τῷ ˉα· <τῷ δὲ ˉη οὐ παρα λήγονται>, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ ˉη ἐν τῷ μέλλοντι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ Ἀπολλώνιος <ἐν ἄλλοις διδάσκει ἡμᾶς> ταύτην τὴν διαίρεσιν, ὅτι εἰσί τινα μὲν φωνήεντα χαίροντα τῷ ˉη, τινὰ δὲ τῷ ˉα, τινὰ δὲ τῷ ˉη καὶ τῷ ˉα· οἷον τὸ μὲν ˉα χαίρει <καὶ τῷ ˉη, ὡς ἐπὶ> τοῦ ∆ανάη, χαίρει δὲ καὶ τῷ ˉα, ὡς ἐπὶ τοῦ πρᾴα· τὸ δὲ ˉε τῷ ˉα χαίρει, οἷον θεά θέα (ἡ θεωρία)· τὸ δὲ ˉι <τῷ ˉα χαίρει, οἷον ἀνία> μανία κονία πενία· τὸ δὲ ˉο καὶ τῷ ˉη χαίρει καὶ τῷ ˉα, οἷον πνοή ἀκοή ὀγδόη ἀθρόα στοά· τὸ δὲ ˉυ τῷ ˉη χαίρει, οἷον Λιβύη ἐγγύη· τὸ δὲ ˉω τῷ ˉη χαίρει, οἷον ζωή ἰωή (σημαίνει δὲ τὴν ἐκπεμπομένην φωνήν)· διὰ τοῦτο οὖν τὰ μὲν παραληγόμενα <ἢ τῷ ˉε ἢ τῷ ˉι> διὰ τοῦ ˉα ἐκφέ ρονται κατὰ τὸν μέλλοντα, οἷον ἀνιῶ ἀνιάσω, ἐῶ ἐάσω, τὰ δὲ παρα ληγόμενα τῷ ˉο διφοροῦνται κα<τὰ τὸν μέλλοντα>, τουτέστι καὶ διὰ τοῦ ˉη καὶ διὰ τοῦ ˉα ἐκφέρονται, οἷον βοῶ βοήσω, ἀκροῶ ἀκροάσω (ἐξ οὗ τὸ ἀκροῶμαι καὶ ἀκροάσομαι), τὰ δὲ παραληγόμενα τῷ ˉυ διὰ τοῦ ˉη, οἷον ἐγγυῶ ἐγγυήσω (ἐξ οὗ τὸ ἐγγυῶμαι <καὶ> ἐγγυήσομαι). Ταῦτα μὲν <περὶ τῶν ἐχόντων> καθαρὸν τὸ ˉω. Περὶ δὲ τῶν συμφώνων τῶν τῷ ˉω παραληγομένων, ἤγουν περὶ τῶν ἐχόντων πρὸ τοῦ ˉω σύμφωνον, ἔστιν εἰπεῖν ταῦτα· τὰ ἔχοντα τὸ ˉρ ὑπὲρ μίαν συλλαβὴν μὴ προηγουμένου συμφώνου διὰ τοῦ ˉα ἐκφε ρόμενον ἔχουσι τὸν μέλλοντα, οἷον [ξυρῶ ξυρεῖς] φυρῶ φυράσω, γηρῶ γηράσω, περῶ περάσω, καταρῶ καταράσω (ἐξ οὗ τὸ καταρῶμαι καὶ καταράσομαι), χωρὶς τοῦ <ξυρῶ ξυρήσω>· τοῦτο δὲ ὁ μὲν Φιλόπονος πρώτης συζυγίας φησίν, οἷον ξυρῶ ξυρεῖς, ὁ δὲ Ἡρωδιανὸς δευ τέρας, οἷον ξυρῶ ξυρᾷς. Τὰ δὲ ἔχοντα τὸ ˉλ κανονίζει ὁ Φιλόπονος οὕτως· τὰ ἔχοντα τὸ ˉλ ὑπὲρ μίαν συλλαβὴν μὴ προηγουμένου συμφώ νου διὰ τοῦ ˉα ἔχουσι τὸν μέλλοντα ἐκφερόμενον, οἷον ἐλῶ ἐλάσω, γελῶ γελάσω, χαλῶ χαλάσω, ἱλῶ ἱλάσω (σημαίνει δὲ τὸ εὐμενῆ ποι οῦμαι, ὡς <παρὰ τῷ ποιητῇ> <Α 100> ἱλασάμενοι πεπίθοιμεν). Καὶ σημειοῦται τὸ τιλῶ τιλήσω (σημαίνει δὲ τὸ ἀποπατῶ, ὅπερ ἐν τῇ συνη 164 θείᾳ τζιλῶ λέγουσιν)· ἔχομεν δὲ τοῦ τιλῶ τὴν χρῆσιν παρ' Ἱππώνακτι, οἷον <fragm. 55 B4>ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησε· τὸ δὲ ὤμιξε σημαίνει <τὸ οὔρησε· σημειοῦται δὲ> καὶ τὸ χολῶ χολᾷς χολήσω, <ὅπερ φησὶν> ἀναλογώτερον εἶναι <παρὰ> τοῖς ἰδιώταις λεγόμενον χολάσω· οὐδαμοῦ δέ, ὥς φησιν, εὑρίσκονται ἐν χρήσει. Ταῦτα μὲν ὁ Φιλόπονος.
Ἀντίκεινται δὲ τῷ κανόνι τούτῳ πλεῖστα ἰδοὺ γὰρ κραιπαλῶ κραι παλᾷς κραιπαλήσω διὰ <τοῦ ˉη, καὶ συλῶ συλᾷς> συλήσω διὰ τοῦ ˉη, καὶ μελαγχολῶ μελαγχολᾷς μελαγχολήσω, <καὶ> ἀσχαλῶ ἀσχαλᾷς ἀσχα λήσω (σημαίνει δὲ τὸ ἀδημονῶ), καὶ ἐμπολῶ ἐμπολᾷς ἐμπολήσω (σημαίνει δὲ τὸ πραγματεύομαι), <καὶ> παμφαλῶ παμφαλᾷς παμφαλήσω (σημαίνει δὲ τὸ ψεύδομαι), καὶ μυστιλῶ μυστιλᾷς μυστιλήσω (σημαίνει δὲ τὸ ἐκροφῶ τὸν ζωμὸν τοῖς ψωμίοις· μυστίλη γάρ ἐστιν εἶδος κοίλου ἄρτου, εἰς ὃν ἐρρόφουν ζωμὸν οἱ Ἀθηναῖοι ἐν ταῖς ἑορταῖς). Ἔστι δὲ κα<νονίσαι ταῦτα> τοῦτον τὸν τρόπον· τὰ ἔχοντα τὸ ˉλ ὑπὲρ μίαν συλλαβὴν παραλήγοντος τοῦ ˉε διὰ τοῦ ˉα ἐκφέρονται κατὰ τὸν μέλ λοντα, οἷον γελῶ γελάσω, ἐλῶ ἐλάσω· τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὸ ˉλ ἢ μόνον ἢ μετὰ συμφώνου, εἴτε κατὰ σύλληψιν εἴτε κατὰ διάστασιν, διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον συλῶ συλᾷς συλήσω, κραιπαλῶ κραιπαλᾷς κραιπαλήσω, [χολῶ χολᾷς χολήσω] μελαγχολῶ μελαγχολᾷς μελαγχολήσω, ἀσχαλῶ ἀσχαλᾷς ἀσχαλήσω, μυστιλῶ μυστιλᾷς μυστιλήσω, παμφαλῶ παμφαλᾷς παμφαλήσω, ἐμπολῶ ἐμπολᾷς ἐμπο λήσω, ὁμοκλῶ ὁμοκλᾷς ὁμοκλήσω, κολλῶ κολλᾷς κολλήσω, μεταλλῶ μεταλλᾷς μεταλλήσω (σημαίνει δὲ τὸ <ἐπιζητῶ>). Σημειούμεθα τὸ χολῶ χολᾷς χολάσω καὶ τὸ