ˉοˉν, οἷον ἐτύπτετε ἐτύπτετον· καθόλου γὰρ πᾶν δεύ 61 τερον πληθυντικὸν τροπῇ τοῦ ˉε εἰς ˉοˉν τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τετύφατε τετύφατον, ἐτύψατε ἐτύψατον, τύπτεσθε τύπτεσθον, ἐτύ ψασθε ἐτύψασθον. Τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉιˉν οὔτε εἰς ˉτˉαˉι λήγει· ἔτυπτον γάρ ἐστιν. Κανονίζεται δὲ τὸ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἐτύπτετον ἐτυπτέτην· ἐν γὰρ τοῖς δυϊκοῖς τρεπόμενον τὸ ˉο εἰς ˉη τρέπεται, οἷον ἐτύψατον ἐτυ ψάτην, τύπτοιτον τυπτοίτην, ἐτύφθητον ἐτυφθήτην, χωρὶς τῶν προσ τακτικῶν· ἐπ' ἐκείνων γὰρ τὸ ˉο εἰς ˉω τρέπεται, οἷον τύπτετον τυπτέτων. Πληθυντικά. Ἐτύπτομεν. Κανονίζεται τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου προσώπου τῶν ἑνικῶν, ὅτι πᾶν πρῶ τον πρόσωπον ἑνικὸν εἰς ˉν λῆγον, μὴ ἔχον τὸ ˉμ κλιτικόν, πρὸ τοῦ ˉν λαμβάνον τὸ ˉμ καὶ τὸ ˉε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἔλεγον ἐλέγομεν, ἔλαβον ἐλάβομεν, ἐβόων ἐβοῶμεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἐδάρην ἐδάρημεν, ἐπεποιήκειν ἐπεποιήκειμεν. Πρόσκειται μὴ ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐλεγόμην ἐτυπτόμην καὶ τὰ ὅμοια· ταῦτα γὰρ οὐ προσλαμβά νουσι πρὸ τοῦ ˉν τὸ ˉμ καὶ τὸ ˉε καὶ ἀποτελοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, τὰ γὰρ πληθυντικὰ τούτων ἐλεγόμεθα καὶ ἐτυπτό μεθα εἰσίν· ἀλλ' οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ τὸ ˉμ ἐνταῦθα ἀπὸ κλί σεως ἔχουσιν· ὁ γὰρ ἐνεστὼς τύπτω καὶ λέγω ἐστὶ καὶ οὐκ ἔχει τὸ ˉμ. Κλιτικὸν δέ ἐστι τὸ μὴ ὂν ἀπὸ θέματος, ἀλλ' ἀπὸ κλίσεως γεγενημένον, ὃν τρόπον λέγομεν, <ὅτι> τὸ μὲν Πάρις Πάριδος ἀπὸ κλίσεως ἔχει τὸ ˉδ, ἐπειδὴ οὐκ ἔχει αὐτὸ ἀπὸ τῆς εὐθείας, τὸ δὲ Ἀτρεί δης θεματικὸν ἔχει τὸ ˉδ, ἐπειδὴ ἀπὸ τῆς εὐθείας ἔχει αὐτό· τὸ δὲ ἐδάμην ἔχον τὸ ˉμ καὶ πρὸ τοῦ ˉν λαμβάνον τὸ ˉμ καὶ ˉε καὶ ποιοῦν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, οἷον ἐδάμην ἐδάμημεν, οὐκ ἀντί κειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ὁ γὰρ ἐνεστὼς ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστώς. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τοῦ ἐτίθην ἐτίθεμεν, ὅτι οὐκ ἐφύλαξε τὸ ˉη ἀλλ' ἐγένετο διὰ τοῦ ˉε, καὶ περὶ τοῦ ἐκίχρην ἐκίχραμεν, ὅτι οὐκ ἐφύλαξε τὸ ˉη ἀλλ' ἐγένετο διὰ τοῦ ˉα, καὶ περὶ τοῦ ἐδίδων ἐδίδομεν, ὅτι οὐκ ἐφύλαξε τὸ ˉω ἀλλ' ἐγένετο διὰ τοῦ ˉο, καὶ περὶ τοῦ ἐζεύγνυν ἐζεύγνυμεν, ὅτι οὐκ ἐφύλαξε τὸ δίχρονον ἐκτεταμένον ἀλλὰ συνέστειλεν αὐτό, ἐν τοῖς εἰς ˉμˉι ἐπαγγέλλεται εἰπεῖν. Ἐτύπτετε. Εἴρηται <ὅτι> τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς μεν 62 εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον ποιοῦσιν· τὴν δὲ παραλήγουσαν ἔτρεψεν, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰς ˉς, τύπτων γάρ ἐστιν ἡ μετοχή· τρέ πουσι δὲ τὴν παραλήγουσαν ὅσα οὐκ εἰς ˉς ἔχουσι τὴν μετοχήν, ὡς ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον τύπτομεν τύπτετε, ἐτύπτομεν ἐτύπτετε, τύπτων γάρ ἐστιν ἡ μετοχή· καὶ ἐπὶ τῶν μελλόντων, οἷον τύψομεν τύψετε, τύψων γάρ ἐστιν ἡ μετοχή, τυποῦμεν τυπεῖτε, τυπῶν γάρ ἐστιν ἡ μετοχή, κεροῦμεν κερεῖτε, κερῶν γάρ ἐστιν ἡ μετοχή, εὐφρανοῦμεν εὐφρανεῖτε, εὐφρανῶν γάρ ἐστιν ἡ μετοχή· καὶ ἐπὶ τοῦ δευτέρου ἀορί στου τοῦ ἐνεργητικοῦ, οἷον ἐλάβομεν ἐλάβετε, λαβών γάρ ἐστιν ἡ μετοχή, ἐμάθομεν ἐμάθετε, μαθών γάρ ἐστιν ἡ μετοχή, ἐδράμομεν ἐδρά μετε, δραμών γάρ ἐστιν ἡ μετοχή. Τοῦτο δὲ εἴρηται ἐπὶ τῶν εἰς ˉω· τὰ γὰρ εἰς ˉμˉι λήγοντα ἐπὶ τῶν μελλόντων μόνον τρέπουσι τὴν παρα λήγουσαν· τούτου γὰρ καὶ μόνου, φημὶ δὴ τοῦ μέλλοντος, ἡ μετοχὴ οὐκ ἔστιν εἰς ˉς, ὡς κατὰ μέρος ἔχομεν γνῶναι· ἔστι δὲ ἐπὶ τῶν εἰς ˉω ῥημάτων, τῶν ἐχόντων δηλονότι εἰς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, εἰς ˉς ἡ μετοχὴ ὡς ἐπὶ παρακειμένου καὶ ὑπερσυντελίκου ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως, οἷον τετυφώς τετυπώς, καὶ ἐπὶ ἀορίστου πρώτου ἐνεργητικοῦ, οἷον τύψας, καὶ ἐπὶ τῶν δύο ἀορίστων παθητικῶν, τουτέστι πρώτου καὶ δευτέρου, οἷον τυφθείς τυπείς. Ἔτυπτον. Καθόλου ἐπὶ τοῦ παρατατικοῦ καὶ ἐπὶ τοῦ δευτέρου ἀορίστου τῶν ἐνεργητικῶν ἐπὶ τῶν εἰς ˉω ῥημάτων τὸ τρίτον πρόσω πον τῶν πληθυντικῶν ὁμοφωνεῖ τῷ πρώτῳ προσώπῳ τῶν ἑνικῶν, οἷον ἐγὼ ἔλεγον