δὲ τῶν ὑποτακτικῶν κοινοτέρα καὶ συνήθης· εἰκότως οὖν ἐκ τῆς κοινοτέρας καὶ συνηθεστέρας ἔλαβον τὴν ὀνομασίαν. Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ καὶ τὰς ἄλλας ἐγκλίσεις ὑπο τακτικὰς καλοῦμεν· πολλάκις γὰρ καὶ αὗται ὑποτάττονται συνδέσμοις, οἷον καὶ τύπτε καὶ λέγε, καὶ περιπατῶ καὶ γράφω, εἰ λέγοιμι, εἰ γρά φοιμι, καὶ γράφειν καὶ ἀναγινώσκειν θέλω. Καὶ λέγομεν, ὅτι οὐκ ἔστιν ὅμοιος ὁ τρόπος· τὰ μὲν γὰρ ἄλλα ῥήματα δύνανται καὶ χωρὶς συνδέσμων δηλῶσαί τινα λόγον, οἷον τύπτω τύπτε τύπτοιμι, ἡ δὲ ὑποτακτικὴ ἔγκλισις ἄνευ συνδέσμου τὸ σημαινόμενον οὐ δύναται δηλῶ σαι· τὸ γὰρ ἵνα τιμηθῶ ἐλυπήθης ἐὰν εἴπω ἄνευ συνδέσμου, οἷον τιμηθῶ ἐλυπήθης, οὐκέτι σῴζει τὸ σημαινόμενον· ἄλλως τε δὲ αἱ μὲν ἄλλαι ἐγκλίσεις, ὡς εἴρηται, ἐκ τοῦ σημαινομένου ἔλαβον τὴν ὀνομα σίαν, ἡ δὲ ὑποτακτικὴ ἔγκλισις διάφορα σημαινόμενα ἔχουσα <καὶ> μὴ δυνηθεῖσα ἐκ τοῦ σημαινομένου λαβεῖν τὴν ὀνομασίαν, ἐξ ἀνάγκης ἐκ τῆς συντάξεως ἔλαβεν αὐτήν. ∆ηλοῦσι δὲ τὰ πράγματα ἢ γινόμενα, ἅ ἐστιν ἐνεστῶ τος, ἢ γενησόμενα, ἅ ἐστι μέλλοντος. Βούλεται ἐνταῦθα ὁ τε χνικὸς αἰτίαν εἰπεῖν, δι' ἣν τὰ ὑποτακτικὰ εἰς ˉω λήγουσιν ἢ εἰς ˉμˉαˉι, οἷον ἐὰν τύπτω, ἐὰν τύπτωμαι· καὶ λέγει, ὅτι τὰ ὑποτακτικὰ ἢ γινο μενα πράγματα δηλοῦσιν, οἷόν ἐστιν ἴδιον ἐνεστῶτος, οἷον ἐὰν πράττω ὠφελοῦμαι, ἢ γενησόμενα πράγματα δηλοῦσιν, οἷόν ἐστιν ἴδιον μέλλοντος, οἷον ἐὰν λούσωμαι ὑγιαίνω· ἐπειδὴ οὖν τὰ ὑποτακτικὰ τὸ σημαινόμενον τοῦ ἐνεστῶτος καὶ τοῦ μέλλοντος ἔχουσιν, τούτου χάριν τὰς μὲν καταλήξεις τῶν παρῳχημένων ἀπηρνήσαντο, ἀνεδέξαντο δὲ τὰς καταλήξεις τῶν ἐνεστώτων καὶ μελλόντων, οἷον τύπτω τύψω τύπτομαι τύψομαι. Ταῦτα μὲν ὁ τεχνικός.
Ἰστέον δὲ ὅτι κακῶς λέγει· πρῶτον μὲν γὰρ ἡνίκα αἰτιολογίαν σημαίνουσι τὰ ὑποτακτικά, γενόμενα ἤδη πράγματα δηλοῦσιν, ἅπερ ἐστὶ παρῳχημένου, οἷον ἵνα πράξω ἐφθόνησάς μοι <ἀντὶ τοῦ διότι 278 ἔπραξα ἐφθόνησάς μοι>, καὶ πάλιν ἵνα ἀναγνῶ ὠφελήθην ἀντὶ τοῦ διότι ἀνέγνων ὠφελήθην· δεύτερον δὲ οὐ δηλοῦσι τὰ ὑποτακτικὰ γι νόμενα πράγματα, ἅπερ ἐστὶν ἐνεστῶτος, ἀλλ' ἀεὶ γενησόμενα, ἅπερ ἐστὶ μέλλοντος· ἐν γὰρ τῷ λέγειν ἐὰν πράττω ὠφελοῦμαι περὶ μέλλοντος γενέσθαι πράγματος διστάζει τις, καὶ πάλιν ἐν τῷ λέγειν ἵνα πράττω ἦλθον μέλλοντος δηλῶ σημασίαν, ἵνα γὰρ πράττω τὸ μήπω γενόμενον λέγω ἐλθεῖν· ὡς γὰρ ἐν τοῖς εὐκτικοῖς ἐμάθομεν, αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικήν, <λέγω> δὴ ἡ ἀπαρέμφατος καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, μέλλοντος μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου. Ἔτι δὲ ἐὰν καὶ ὑποθώμεθα τὴν ὑποτακτικὴν ἔγκλισιν διὰ τὸ ἔχειν σημασίαν ἐνεστῶτος καὶ μέλλοντος, ὥς φησιν ὁ τεχνικός, διὰ τοῦτο εἰς ˉω λήγειν ἢ εἰς ˉμˉαˉι, καὶ μὴ ἔχειν κατάληξιν παρῳχημένου διὰ τὸ μηδὲ σημασίαν αὐτοῦ ἔχειν, ὤφειλον μηδὲ αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικὴν ἔχειν κατά ληξιν παρῳχημένου, ἐπειδὴ καὶ αὗται μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, ὡς ἐν τοῖς εὐκτικοῖς μεμαθήκαμεν, ὅπερ οὐκ ἐφυλάχθη ἐπ' ἐκείνων· ἰδοὺ γὰρ τὸ μὲν προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλ λοντος τοῦ ἐνεργητικοῦ τύψον ἐστίν, τὸ δὲ προστακτικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τύπτε, εἰς ˉοˉν καὶ εἰς ˉε, ἅπερ παρῳχημένων εἰσὶ κατα λήξεις, ἔτυπτον γὰρ καὶ ἔτυπτε. Οὐκ ἄρα καλῶς εἶπεν ὁ τεχνικός, ὅτι διὰ τοῦτο τὰ ὑποτακτικὰ ἢ εἰς ˉω λήγουσιν ἢ εἰς ˉμˉαˉι, ἐπειδὴ ἐν εστῶτος καὶ μέλλοντος ἔχουσι σημασίαν καὶ οὐ παρῳχημένου. Κρεῖττον οὖν ἐστι λέγειν, ὅτι αὗται αἱ καταλήξεις χαρακτηριστικαί εἰσι τῶν ὑπο τακτικῶν, τουτέστιν ἡ εἰς ˉω καὶ ἡ εἰς ˉμˉαˉι, καὶ μὴ ἀποδιδόναι αἰτίαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τινὲς ἔγκλισιν ἕκτην ἐβούλοντο εἰσάγειν τὴν ὑπο θετικὴν διὰ τὰ τοιαῦτα, <ν 215> ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, <Ζ 70> ἀλλ' ἄνδρας κτείνωμεν, <Ι 61> ἐξείπω καὶ πάντα διίξομαι, λάβωμεν φάγωμεν δράμωμεν ποιήσωμεν· ὑποθετικὰ δὲ λέγονται, ἐπειδὴ ὑποτίθεταί τις καὶ συμβουλεύει τὸ πρακτέον. Ταῦτα δὲ τὰ ὑποθετικὰ οὐ λέγομεν