πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον ἐὰν τύπτωμεν ἐὰν τύπτητε, ἐὰν τετύφω μεν ἐὰν τετύφητε, ἐὰν τύψωμεν ἐὰν τύψητε, ἐὰν τυφθῶμεν ἐὰν τυφθῆτε, ἐὰν τυπῶμεν ἐὰν τυπῆτε, ἐὰν ποιῶμεν ἐὰν ποιῆτε, ἐὰν νοῶμεν ἐὰν νοῆτε, ἐὰν τελῶμεν ἐὰν τελῆτε. ∆εῖ προσθεῖναι χωρὶς τῆς δευ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων· καὶ χωρὶς μὲν τῆς δευ τέρας, ἐπειδὴ ἐπὶ ταύτης τὸ δεύτερον τῶν πληθυντικῶν ὁμόφωνόν ἐστι τῷ ἰδίῳ ὁριστικῷ, οἷον βοῶμεν βοᾶτε ἐὰν βοῶμεν ἐὰν βοᾶτε, <γελῶμεν γελᾶτε> ἐὰν γελῶμεν ἐὰν γελᾶτε, περῶμεν περᾶτε ἐὰν περῶμεν ἐὰν περᾶτε· χωρὶς δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἐπὶ ταύτης φυλάττεται τὸ ˉω κατὰ τὸ δεύτερον πρόσωπον τῶν πληθυντι κῶν, οἷον ἐὰν χρυσῶμεν ἐὰν χρυσῶτε, ἐὰν στεφανῶμεν ἐὰν στεφανῶτε. Οὐ δυνάμεθα γὰρ λέγειν ὁμοφώνως τῷ ἰδίῳ ὁριστικῷ ἐὰν χρυσοῦτε, ἐὰν στεφανοῦτε, ἐπειδὴ τὰ εἰς ˉμˉεˉν καὶ τὰ εἰς ˉτˉε τὰ ἴσα φωνήεντα θέ λουσι φυλάττειν ἐν τῇ παραληγούσῃ, οἷον τύπτομεν τύπτετε, λέγομεν λέγετε, βοῶμεν βοᾶτε, ποιοῦμεν ποιεῖτε· εἰ οὖν ἐὰν χρυσῶμεν καὶ ἐὰν στεφανῶμεν φαμὲν δι' ἑνὸς φωνήεντος, δηλονότι καὶ ἐὰν χρυσῶτε καὶ ἐὰν στεφανῶτε δεῖ λέγειν δι' ἑνὸς φωνήεντος, καὶ οὐχὶ ἐὰν χρυσοῦτε καὶ ἐὰν στεφανοῦτε διὰ δύο φωνηέντων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας τὸ ˉω εἰς ˉη τρέπουσι κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν πλη θυντικῶν, οἷον ἐὰν τιθῶμεν ἐὰν τιθῆτε, ἐὰν θῶμεν ἐὰν θῆτε· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας κατὰ μὲν τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ὡσαύτως τὸ ˉω εἰς ˉη τρέπεται ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυν τικῶν, οἷον ἐὰν στῶμεν ἐὰν στῆτε, ἐὰν βῶμεν ἐὰν βῆτε, κατὰ δὲ τὸν 288 ἐνεστῶτα καὶ παρατατικὸν ὁμόφωνον γίνεται τὸ δεύτερον τῶν πλη θυντικῶν τῷ ἰδίῳ ὁριστικῷ, οἷον ἱστῶμεν ἱστᾶτε ἐὰν ἱστῶμεν ἐὰν ἱστᾶτε· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ παρα τατικὸν καὶ κατὰ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν φυλάττεται τὸ ˉω ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον ἐὰν διδῶμεν ἐὰν διδῶτε, ἐὰν δῶμεν ἐὰν δῶτε, ἐὰν γνῶμεν ἐὰν γνῶτε, ἐὰν βιῶμεν ἐὰν βιῶτε, ἐὰν ἁλῶμεν ἐὰν ἁλῶτε. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὐλόγως ἐν τοῖς ὑποτακτικοῖς τρεπόμενον τὸ ˉω ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν εἰς ˉη τρέπεται, ἐπειδὴ τὰ εἰς ˉμˉεˉν καὶ τὰ εἰς ˉτˉε ἰσοχρονεῖν θέλουσι κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομεν τύπτετε, ἀμφοτέρων ἡ παραλήγουσα βραχεῖά ἐστιν, ὁμοίως λέγομεν λέγετε· ποιοῦμεν ποιεῖτε, ἀμφοτέρων ἡ παραλήγουσα μακρά ἐστιν, ὁμοίως βοῶμεν βοᾶτε, χρυσοῦμεν χρυσοῦτε· εἰ οὖν τὸ ἐὰν τύπτω μεν μακρὰν ἔχει τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ἐὰν τύπτητε μακρὰν ἀναγκάζεται ἔχειν τὴν παραλήγουσαν, καὶ εὐλόγως εἰς τὸ ˉη γέγονεν ἡ τροπὴ τοῦ ˉω. Ἐὰν τύπτωσιν. Ἰστέον ὅτι καθόλου ἐν τοῖς ὑποτακτικοῖς τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς ˉμˉεˉν εἰς ˉσˉι τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ καὶ φυλάττει τὴν παραλήγουσαν, οἷον ἐὰν τύπτωμεν ἐὰν τύπτωσιν, ἐὰν τετύφωμεν ἐὰν τετύφωσιν, ἐὰν τύψωμεν ἐὰν τύψωσιν, ἐὰν τυφθῶμεν ἐὰν τυφθῶσιν, ἐὰν τυπῶμεν ἐὰν τυπῶσιν, ἐὰν βοῶμεν ἐὰν βοῶσιν, ἐὰν χρυσῶμεν ἐὰν χρυσῶσιν. Παρακειμένου καὶ ὑπερσυντελίκου.Ἐὰν τετύφω. Ἀπὸ τοῦ τέτυφα γέγονε τροπῇ τοῦ ˉα εἰς ˉω, ἐφυλάχθη δὲ ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτασις· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ἐὰν τετύφῃς, ἐὰν τετύφῃ· ἐὰν τετύ φητον, ἐὰν τετύφητον· ἐὰν τετύφωμεν, ἐὰν τετύφητε, ἐὰν τετύφωσιν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου.Ἐὰν τετύπω, ἐὰν τετύπῃς, ἐὰν τετύπῃ· ἐὰν τετύπητον, ἐὰν τετύπητον· ἐὰν τετύπωμεν, ἐὰν τετύπητε, ἐὰν τετύπωσιν. 289 Ἀορίστου πρώτου καὶ μέλλοντος.. Ἐὰν τύψω. Ἰστέον ὅτι τὰ ὑποτακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος κανονίζονται ἐκ τοῦ ἀορίστου καὶ οὐκ ἐκ