συνέβαινεν· ἤμελλον γὰρ τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἰσοσυλ λαβεῖν <τοῖς πρώτοις καὶ δευτέροις προσώποις τῶν πληθυντικῶν τοῦ παρα τατικοῦ>, ἀπὸ συμφώνου ἀρχομένου τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἄτοπον, οἷον τιθέαμεν τιθέατε ἐτίθεμεν ἐτίθετε, καὶ πάλιν μὴ ἰσοσυλλαβεῖν, ἀπὸ φωνήεντος ἀρχομένου τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἄτοπον, οἷον ὀλλύα μεν ὀλλύατε ὤλλυμεν ὤλλυτε· τούτου οὖν χάριν οὐ γίνονται πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τὰ πρῶτα καὶ δευτέρα πρόσωπα τῶν πληθυντικῶν.
Ἰστέον δὲ ὅτι, ὡς εἴρηται ἀνωτέρω, ἡ δευτέρα συζυγία τῶν εἰς ˉμˉι κατὰ τὸ τρίτον πρόσ ωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος οὐ γίνεται κατὰ τὴν δοκοῦσαν διαίρεσιν, οἷον τὸ ἱστᾶσιν οὐ λέγομεν ἱστάασιν, διὰ τὴν ἐπαλληλίαν τοῦ ˉα· ἐκ τούτου γὰρ κακοφωνία ἐγένετο. Παρατατικοῦ.Ἐτίθην. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι ἐκεῖνο τὸ φωνῆεν ἔχουσι κατὰ τὸν παρατατικὸν τὸ ὑπάρχον ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος, οἷον τίθημι ἐτίθην· κανονίζεται δὲ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς ˉμˉι οὕτως· πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ˉμˉι λήγων, τρέπων τὴν ˉμˉι εἰς ˉν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, τὸν παρατατικὸν ποιεῖ, <οἷον> ἵημι (τὸ πέμπω) ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι ὠμόργνυν. Ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς λέγει, ὅτι τὸ ἐδίδων ἡ παράδοσις διὰ τῆς ˉοˉυ διφθόγγου οἶδεν, οἷον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς, ὥσπερ χρυσῶ χρυσοῖς ἐχρύσουν, τὸ δὲ ἐτίθην καὶ ἵην (σημαίνει δὲ τὸ ἔπεμπον) διὰ τῆς ˉεˉι διφθόγγου, οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὗ τὸ ἐτίθει καὶ ἵει, ὡς παρὰ τῷ ποιητῇ <Α 25> ἀλλὰ κακῶς ἀφίει. Τὸ δὲ ἦν ἐγώ, ὃ σημαίνει τὸ ὑπῆρχον, γέγονεν οὕτως· ἔστιν εἰμί, ὃ σημαίνει τὸ ὑπάρχω· τούτου ὁ παρατατικὸς εἶν διὰ τῆς ˉεˉι διφθόγγου τροπῇ τῆς ˉμˉι εἰς ˉν, καὶ λοιπὸν ἀττικῶς ἐκτείνεται τὸ ˉε εἰς τὸ ˉη, ὥσπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην· τὸ δὲ ˉι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ˉηˉν ῥήματα οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ˉν τί ποτε ἀνεκφώνητον, οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰς ˉν λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ˉν τί ποτε ἀνεκφώνητον, οἷον βοῶν γελῶν περῶν· ἔχομεν δὲ τὴν χρῆσιν τοῦ ἦ ἐγώ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ <28> ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης 340 ἦν, καὶ παρὰ Μενάνδρῳ ἐν τῷ Γεωργῷ <φραγμ. 99 κ> ἦν δ' οὐ πονη ρὸς οὐδ' ἐδόκουν, ἀντὶ τοῦ ὑπῆρχον. Τοῦτο δὲ τὸ ἦν κατὰ διάλυ σιν Ἰωνικὴν τοῦ ˉη εἰς ˉε καὶ ˉα γίνεται ἔα, ὥσπερ Ξέρξην Ξέρξεα, ὡς παρὰ τῷ ποιητῇ <ξ 222> τοῖος ἔα ἐν πολέμῳ, καὶ πάλιν <Ε 887> ἤ κεν ζὼς ἀμενηνὸς ἔα· τὸ δὲ ˉν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ ˉα ἀποβλητικόν ἐστι τοῦ ˉν, οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα· τὸ γὰρ Μοῦσα Μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ˉν, καὶ οὐ κατὰ πάθος εἰσίν, ὥσπερ ταῦτα· καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶσιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ ˉε καὶ ˉα εἰς ˉη, ὥσπερ τείχεα τείχη, καὶ λέγουσιν ἦ, ὡς παρ' Ἀριστοφάνει ἐν Ὄρνισιν <97> ἦ γὰρ [ἐγώ], ὦ ξένοι, Ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον. Ταῦτα περὶ τοῦ ἦν ἐγώ· τὸ δὲ ἦν ἐκεῖνος οὐκ ἔστιν ἀπὸ τῶν εἰς ˉμˉι, ἀλλ' ἀπὸ τῶν εἰς ˉω· ὅσον γὰρ κατὰ τὴν ἀναλογίαν τοῦ ἦν πρώτου προσ ώπου καὶ τοῦ ἦς δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν τοῦ ˉς εἶναι ἦ, ὥσπερ ἐτύφθης ἐτύφθη· ἀλλ' ἔτι τὸ ἦν ἐκεῖνος, ὥσπερ εἴρηται, ἀπὸ τῶν εἰς ˉω γέγονεν οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τούτου ὁ μέσος παρακείμενος ἦα, ὡς παρὰ τῷ ποιητῇ <ξ 212> ἦα φυγοπτόλεμος, καὶ ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε· τὸ δὲ ˉε γίνε ται πολλάκις ἐφελκυστικὸν τοῦ ˉν, οἷον ἔλαβε ἔλαβεν· οὕτως οὖν ἦε καὶ ἦεν μετὰ τοῦ ˉν, ὡς παρὰ τῷ ποιητῇ <θ 232> ἐπεὶ οὐ κομιδὴ κατὰ νῆας Ἦεν ἐπηετανός, καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τοῦ ˉη καὶ ˉε εἰς ˉη, καὶ γίνεται ἦν· τὸ γὰρ ἦον δευτέρου ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξυτόνως· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου εἰσὶν ἀορίστου, οἷον ἔτυπον τυπών, ἔλαβον λαβών. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι ἐὰν μὲν ἀπὸ συμφώνου ἄρχωνται, ἰσοσύλ λαβον ἔχουσι τὸν παρατατικόν, οἷον τίθημι ἐτίθην, δίδωμι ἐδίδων, ζεύγνυμι ἐζεύγνυν, ἐὰν δὲ ἀπὸ