ἐστόλειν, ἔσπορα ἐσπόρειν, ἔκτονα ἐκτόνειν. ∆εῖ προσθεῖναι χωρὶς τῶν Ἀττικῶν· ταῦτα γὰρ ἀπὸ βραχείας ἀρχόμενα κατὰ τὸν παρακείμενον ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται, οἷον ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγήγοχα ἠγηγόχειν, ἐνήνοχα ἠνηνόχειν, ὄπωπα ὠπώπειν, ὄλωλα ὠλώ λειν, ὄρωρα ὠρώρειν, ὄδωδα ὠδώδειν, πλὴν τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉε· ὅθεν ἀναλογώτερόν φασι τὸ παρὰ Καλλιμάχῳ<ubi?>ὅθεν ἠληλούθειν, ὡς τρέψαν κατὰ τὸν ὑπερσυν τέλικον τὸ τοῦ παρακειμένου ˉε. Ἰστέον δὲ ὅτι σημειούμεθα καὶ ἕτερά τινα μὴ συναρχόμενα τῷ παρακειμένῳ κατὰ τὸν ὑπερσυντέλικον, οἷον τὸ οἶδα εἴδειν καὶ τὸ ἕστηκα εἱστήκειν· ἔστι γὰρ οἶδα ὁ μέσος παρακείμενος διὰ τῆς ˉοˉι δι φθόγγου, καὶ ὁ μέσος ὑπερσυντέλικος εἴδειν ἐστὶ καὶ οὐ διὰ τῆς ˉοˉι διφθόγγου· ἐν μόνῳ γὰρ τῷ μέσῳ παρακειμένῳ ἐποιήσαντο οἱ Αἰολεῖς τὴν τροπήν. Οἷον τί ἐστι τὸ λεγόμενον; ἔστιν εἴδω, τούτου ὁ μέσος παρακείμενος εἶδα ἦν, καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ˉε εἰς ˉο γέγονεν οἶδα, ὥσπερ ὄνειρος ὄνοιρος· τούτου χάριν ὁ μέσος ὑπερσυντέλικος γέγονεν εἴδειν διὰ τῆς ˉεˉι διφθόγγου, ὡς ἀπὸ τοῦ εἶδα μέσου παρακει μένου τοῦ διὰ τῆς ˉεˉι διφθόγγου· καὶ λοιπὸν κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη γέγονεν ᾔδειν διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον. Πάλιν ἕστηκα ὁ μέσος παρακείμενος, καὶ ὤφειλεν εἶναι ὁ μέσος ὑπερσυντέλικος ἑστήκειν, ἵνα συνάρξηται τῷ μέσῳ παρακειμένῳ, ἀλλ' ἐγένετο εἱστήκειν διὰ τῆς ˉεˉι διφθόγγου διὰ τοιαύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς τοῦ ἕστηκα ἑστήκω, ἐξ οὗ τὸ ἑστήξω ἑστήξειν, ὡς ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις παρὰ Καλλιμάχῳ ἐν Ὕμνοιςin Apoll. 15>· τούτου, φημὶ δὴ τοῦ ἑστήκω ἐνεστῶτος, τὸ δεύτερον καὶ τρίτον πρόσωπόν ἐστιν ἑστήκεις ἑστήκει διὰ τοῦ ˉε· εἰ οὖν ἐγένετο τοῦ ἕστηκα μέσου παρακειμένου ὁ ὑπερσυντέλικος ἑστήκειν διὰ τοῦ ˉε, ἔμελλε τὸ δεύτερον αὐτοῦ καὶ τρίτον πρόσωπον εἶναι ἑστήκεις ἑστήκει διὰ τοῦ ˉε, καὶ εἶχε συνεμπεσεῖν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἑστήκω ἐνεστῶτος· ἵνα οὖν μὴ συνεμπέσῃ ὁ ὑπερσυντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, τούτου χάριν προσλαμβάνει τὸ ˉι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει διὰ τῆς ει διφθόγγου. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα ὁ ὑπερ συντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον μόνον εἶχε συνεμπε σεῖν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, οὐ μὴν καὶ κατὰ 115 τὸ πρῶτον πρόσωποντὸ μὲν γὰρ πρῶτον πρόσωπον τοῦ ἐνεστῶτος ἑστήκω ἐστίν, τὸ δὲ πρῶτον πρόσωπον τοῦ ὑπερσυντελίκου ἑστήκειν διατί μὴ μόνον κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσῆλθε τὸ ˉι, ἀλλὰ καὶ κατὰ τὸ πρῶτον. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο κατὰ μόνον τὸ δεύτερον προσελθεῖν τὸ ˉι καὶ τρίτον πρόσωπον, καὶ μὴ κατὰ τὸ πρῶτον· τὰ γὰρ τρία πρόσωπα συνάρχεσθαι θέλουσιν ἀλλήλοις, οἷον τύπτω τύπτεις τύπτει, ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐτετύφειν ἐτετύφεις ἐτετύφει, καὶ ἐπὶ τῶν πληθυντικῶν ὁμοίως· οὕτως οὖν καὶ εἱστήκειν εἱστήκεις εἱστήκει· εἰ γὰρ ἐγένετο ἑστήκειν εἱστήκεις εἱστήκει, οὐκέτι συνήρχοντο ἀλλήλοις τὰ τρία πρόσωπα, ὅπερ ἐστὶν ἄτοπον. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα ὁ παρατατικὸς τοῦ ἐνεστῶτός ἐστι παρῳχημένος, ἐξ αὐτοῦ γὰρ κανονίζεται, καὶ ὁ ὑπερσυντέλικος τοῦ παρακειμένου, καὶ ὁ ἀόριστος τοῦ μέλλοντος, διατί ὁ μὲν ἐνεστὼς καὶ ὁ μέλλων τοὺς ἰδίους παρῳχημένους μεγεθύνουσιν ἢ χρονικῶς ἢ συλλα βικῶς, οἷον τύπτω ἔτυπτον, ἄγω ἦγον, καὶ πάλιν τύψω ἔτυψα, ἐλεήσω ἠλέησα, ὁ δὲ παρακείμενος οὐ μεγεθύνει τὸν ἴδιον παρῳχημένον, ἤγουν τὸν ὑπερσυντέλικον, ἢ χρονικῶς ἢ συλλαβικῶς· ἀλλὰ συλλαβικῶς μὲν μεγεθύνει αὐτόν, οἷον τέτυφα ἐτετύφειν, δέδουπα ἐδεδούπειν, οὐ μέντοι χρονικῶς· ἔσταλκα γὰρ καὶ ἐστάλκειν, ἔστολα καὶ ἐστόλειν, ἔφθορα καὶ ἐφθόρειν· εἰρήκαμεν γὰρ ἀνωτέρω, ὅτι ἐὰν μὲν ἀπὸ φωνήεντος ἄρχη ται ὁ παρακείμενος, συνάρχεται αὐτῷ ὁ ὑπερσυντέλικος, χωρὶς τῶν Ἀττικῶν καὶ τοῦ οἶδα εἴδειν καὶ ἕστηκα εἱστήκειν. Ἔστιν