δευτέρου μέλ λοντος τυπῶν περισπωμένως· κατὰ τὴν κλίσιν δὲ διαφέρουσιν, ὅτι ἡ τοῦ μὲν δευτέρου ἀορίστου μετοχὴ διὰ τοῦ ˉο κλίνεται, οἷον τυπών τυπόντος, ἡ δὲ τοῦ δευτέρου μέλλοντος μετοχὴ διὰ τῆς ˉοˉυ διφθόγγου κλίνεται, οἷον τυπῶν τυποῦντος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι λέγει ὁ Ἡρωδιανός, ὡς οὐδέποτε εὑρίσκεται δεύ τερος μέλλων ἐνεργητικὸς ὁριστικὸς <ἐν χρήσει· ἃς> γάρ, φησίν, παρέ θετο χρήσεις ὁ Ἀπολλώνιος, ἢ πεπλασμέναι αὐτῷ εἰσιν, ὡς τὸ φυγῶ δραμῶ τυπῶ, οὐ δεύτεροι γὰρ μέλλοντες· <οὐδεὶς γὰρ τῶν παλαιῶν>, φησίν, τούτοις ἐχρήσατο· ἢ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ὡς τὸ <Ι 388> κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, <καὶ ὡς τὸ <Ψ > πάντα γὰρ ἤδη τοι τελέω>· ἐνταῦθα γὰρ οἱ ἐνεστῶτές <εἰσιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήσω> καὶ τελέσω, ὥσπερ καὶ ἐν τῷ <Α 184> ἐγὼ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρῃον ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἄξω· ἄλλως τε δὲ οὐδέποτε μέλλων ὁριστι κὸς διαλύεται· πῶς οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλλοντες ὑπῆρχον, ἐν διαλύσει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰσιν ἐνεστώτων τὸ γαμέω καὶ τελέω· πρόσκειται ὁριστικός, ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρ έμφατον γίνεται κατὰ διάλυσιν εὐφρανέειν, οἷον <Ε 688> εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. Σημειοῦται δὲ τὸ ἐκχεῶ δευ τέρου μέλλοντος, οἷον καὶ τὸ κατακλιεῖ παρ' Εὐπόλιδι ἐν Χρυσογένει, οἷον <fragm. 287 Κ> εἰ μή τις αὐτὴν κατακλιεῖ· γέγονε δὲ τὸ κατα κλιεῖ τοῦτον τὸν τρόπον· ἔστι κλείω, τούτου ὁ δεύτερος ἀόριστος ἔκλιον διὰ τοῦ ˉι, τῆς παραληγούσης συσταλείσης, ὥσπερ λείπω ἔλιπον, πείθω ἔπιθον, καὶ λοιπὸν ἐκεῖθεν κατακλιῶ ὁ δεύτερος μέλλων καὶ κατακλιεῖ τὸ τρίτον πρόσωπον. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τὸ κρεμῶ καὶ ἀγορῶ τινὲς λέγουσι δευτέρου μέλλοντος εἶναι· ἔστι δὲ εἰπεῖν, ὅτι ταῦτα οὐ δύναν 169 ται οὔτε δευτέρου μέλλοντος εἶναι, ἀλλ' οὔτε πρώτου· καὶ δευτέρου μὲν γὰρ μέλλοντος οὐ δύνανται εἶναι, ἐπειδὴ ὁ δεύτερος μέλλων τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ˉεˉι διφθόγγου ἔχει ἐκφερόμενον, οἷον τυπῶ τυπεῖς τυπεῖ, νυγῶ νυγεῖς νυγεῖ· ταῦτα δὲ διὰ τῆς ˉᾳ διφθόγγου ἔχουσι τὸ <δεύτερον καὶ> τρίτον πρόσωπον ἐκφερόμενον, οἷον κρεμῶ κρεμᾷς κρεμᾷ, ἀγορῶ ἀγορᾷς ἀγορᾷ· πρώτου δὲ μέλλοντος οὐ δύνανται εἶναι, ἐπειδὴ πρῶτον μὲν ὁ πρῶτος μέλλων τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἔχει διὰ τῆς ˉεˉι διφθόγγου ἐκφερόμενον, οἷον τύψω τύψεις τύψει, εὐφρανῶ εὐφρανεῖς εὐφρανεῖ, ταῦτα δέ, ὡς εἴρη ται, ἔχουσι τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ˉᾳ διφθόγγου ἐκφερόμενον· δεύτερον δὲ πρώτου μέλλοντος <οὐ δύνανται εἶναι>, ἐπειδὴ οὐδέποτε ἐλάττονας συλλαβὰς ἔχει ὁ μέλλων τοῦ ἰδίου ἐνεστῶ τος, ἀλλ' <ἢ> ἰσοσυλλαβεῖ αὐτῷ, οἷον τύπτω τύψω, λέγω λέξω, ἢ περιττο συλλαβεῖ, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω· ἐὰν οὖν τὸ ἀγορῶ καὶ κρεμῶ δῶμεν μέλλοντας εἶναι, εὑρίσκονται ἐλάττονας συλλαβὰς ἔχοντες τοῦ ἐνεστῶτος, ὁ γὰρ ἐνεστὼς ἀγοράζω καὶ κρεμάζω ἐστίν, ὅπερ ἀδύνατον. Ἀλλὰ λέγομεν, ὅτι ἐστὶν ἀγοράζω καὶ κρεμάζω· <τούτων ὁ> μέλλων κρεμάσω καὶ ἀγοράσω, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς κρεμάω καὶ ἀγοράω, καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων <τουτέστι τοῦ ˉα καὶ ˉω> εἰς ˉω γίνε ται κρεμῶ καὶ ἀγορῶ, ὥσπερ βοάω βοῶ, περάω περῶ· καὶ ἐπειδὴ ἔχουσί τί ποτε μὴ ἁρμόζον <τῷ μέλλοντι, τουτέστιν> ἔνδειαν συλλα βῆςτοῦτο δὲ οὐχ ἁρμόζει τῷ μέλλοντι, ὁ γὰρ μέλλων, ὡς εἴρηται, οὐ θέλει ἔχειν ἐλάττονας συλλαβὰς τοῦ ἰδίου ἐνεστῶτος, οἷον τύπτω τύψω, ποιῶ ποιήσωτούτου χάριν μετῆλθον εἰς ἐνεστῶτα· οὕτω γὰρ καὶ ἐν τῷ ἀρέ<σκω καὶ μεθύσκω> γέγονεν· ἔστι γὰρ ἀρῶ ἀρέσω καὶ μεθύω μεθύσω, καὶ προσελθόντος τοῦ ˉκ κατὰ τὸν μέλλοντα ἀνέ δραμον <ταῦτα εἰς> ἐνεστῶτα, ἐπειδὴ ἐδέξαντό τί ποτε μὴ ἁρμόζον τῷ μέλλοντι, φημὶ δὴ τὸ ˉκ, τὸ γὰρ ˉκ οὐκ ἔστι χαρακτηριστικὸν <βαρυτόνου> μέλλοντος· πρόσκειται βαρυτόνου μέλλοντος διὰ τὸν <ἔπλα κον> πλακῶ δεύτερον μέλλοντα. Τυπεῖς, τυπεῖ. ∆υϊκά· τυπεῖτον, τυπεῖτον. Πληθυντικά· τυποῦμεν, τυπεῖτε, τυποῦσιν. Εἴρηται ὅτι πᾶς μέλλων περισπώ μενος, <εἴτε πρῶτος> εὑρεθῇ εἴτε δεύτερος, ὁμοίως τῇ πρώτῃ